Ancient Greek · ~15 min
Book 1
Hippocrates, De morbis i-iii 1.15.1
Not analysed yet
15. Τὴν δὲ ἄνω κοιλίην ἔμπυοι γίνονται πολλαχῶς· καὶ γὰρ ὅταν φλέγμα ῥυῇ ἐκ τῆς κεφαλῆς ἅλες ἐς τὴν ἄνω κοιλίην, σήπεταί τε καὶ γίνεται πῦον· σήπεται δ’ ἐπὶ τῶν φρενῶν κεχυμένον· σήπεται δὲ ἐν ἡμέρῃσι μάλιστα δυοῖν καὶ εἴκοσι· τοῦτο οὖν διασείεται, καὶ ἐγκλυδάζεται τὸ πῦον πρὸς τὰ πλευρὰ προσπῖπτον· οὗτος ἢν καυθῇ ἢ τμηθῇ, πρὶν χρονίσαι τὸ πῦον, ὑγιὴς γίνεται ὡς τὰ πολλά. Γίνονται δὲ τὴν ἄνω κοιλίην ἔμπυοι καὶ ἐκ πλευρίτιδος, ὁκόταν ἰσχυρὴ γένηται, καὶ ἐν τῇσι κυρίῃσιν ἡμέρῃσι μήτε σαπῇ μήτε πτυσθῇ, ἀλλ’ ἑλκωθῇ τὸ πλευρὸν ὑπὸ τοῦ προσπεπτωκότος φλέγματός τε καὶ χολῆς· καὶ ὁκόταν ἕλκος γένηται, ἀναδιδοῖ ἀπὸ ἑωυτοῦ πῦος, καὶ ἐκ τῶν πλησίον χωρίων ὑπὸ θερμασίης ἄγει ἐφ’ ἑωυτὸ φλέγμα· καὶ τοῦτο ὁκόταν σαπῇ, πτύεται πῦος· ἐνίοτε δὲ καὶ ἐκ τῶν φλεβίων διαδιδοῖ ἐς τὸ ἕλκος αἷμα, καὶ γίνεται σηπόμενον πῦος· οὗτος ἢν μὲν παραχρῆμα ὑποληφθῇ, ὑγιὴς γίνεται ὡς τὰ πολλά· ἢν δὲ ἀμεληθῇ, διαφθείρεται. Γίνονται δὲ ἔμπυοι, καὶ ἢν φλέγμα ἐκ τῆς κεφαλῆς ῥυὲν πρὸς τὸ πλευρὸν προσπαγῇ καὶ σαπῇ· τότε γὰρ τὸ πλευρὸν ὡς τὰ πολλὰ καίεται, καὶ πάσχει ὅσα περ ἐκ πλευρίτιδος, ὅταν ἔμπυος γένηται. Γίνονται δὲ καὶ ὁκόταν ὑπὸ ταλαιπωρίης, ἢ ἐκ γυμνασίης, ἢ ἄλλως πως ῥαγῇ ἢ ἔμπροσθεν ἢ ὄπισθεν, ῥαγῇ δὲ ὥστε μὴ παραυτίκα πτύσαι αἷμα, ἀλλ’ ἐν τῇ σαρκὶ σπάδων γένηται, καὶ ἡ σὰρξ σπασθεῖσα εἰρύσῃ ἰκμάδα ὀλίγην, καὶ γένηται ὑποπέλιδνος, καὶ παραυτίκα μὲν μὴ αἰσθάνηται ὁ παθὼν ὑπὸ ῥώμης καὶ εὐεξίης, ἢν δὲ καὶ αἴσθηται, μηδὲν πρῆγμα ἡγήσηται· οὕτως ὅταν καταλάβῃ ὥστε αὐτὸν ὑπὸ πυρετῶν λεπτυνθῆναι ἢ ποσίων ἢ λαγνείης ἢ ἄλλου του, ἡ σὰρξ ἡ τετρωμένη ὑποξηραίνεταί τε καὶ ὑποθερμαίνεται, καὶ ἕλκει ἰκμάδα ἐς ἑωυτὴν ἀπὸ τῶν πλησίον καὶ φλεβῶν καὶ σαρκῶν· ὅταν δὲ εἰρύσῃ, οἰδίσκεταί τε καὶ φλεγμαίνει, καὶ ὀδύνην παρέχει λεπτὴν καὶ βῆχα ἀραιήν τε καὶ ξηρὴν τὸ πρῶτον, ἔπειτα ἐπὶ μᾶλλον ἕλκει τε ἐς ἑωυτὴν, καὶ ὀδύνην παρέχει ἰσχυροτέρην καὶ βῆχα πυκνοτέρην· καὶ πτύει τὸ μὲν πρῶτον ὑπόπυον, ἐνίοτε δὲ ὑποπέλιδνον καὶ ὕφαιμον· ὅσῳ δὲ ἂν ὁ χρόνος προΐῃ, ἕλκει τε μᾶλλον ἐς ἑωυτὴν καὶ σήπει· καὶ αὐτῆς τῆς σαρκὸς, ὅσον πελιδνὸν ἐγένετο τὴν ἀρχὴν, τοῦτο πᾶν ἕλκος γίνεται, καὶ ὀδύνην παρέχει ὀξείην καὶ πυρετὸν καὶ βῆχα πολλήν τε καὶ πυκνὴν, καὶ τὸ πτύσμα εἰλικρινὲς πτύει πῦος· ἢν δὲ χρονίσῃ τὸ πῦος ἐν τῇ κοιλίῃ, διαθερμαίνεται αὐτοῦ τὸ σῶμα πᾶν, μάλιστα δὲ τὰ ἐγγυτάτω, θερμαινομένου δὲ τοῦ σώματος, ἐκτήκεται τὸ ὑγρὸν, καὶ τὸ μὲν ἀπὸ τῶν ἄνω ἐς τὴν ἄνω κοιλίην μάλιστα συῤῥεῖ, καὶ γίνεται πῦος, πρὸς τῷ ἐνεόντι, τὸ δὲ καὶ ἐς τὴν κάτω κοιλίην ῥεῖ, καὶ ἐνίοτε ταράσσεται ἡ κοιλίη ὑπ’ αὐτοῦ, καὶ διέφθειρε τὸν ἄνθρωπον. Τὰ γὰρ ἐσιόντα τῶν σιτίων διαχωρέει ἄπεπτα, καὶ τροφὴ ἀπ’ αὐτέων οὐ γίνεται τῷ σώματι· καὶ ἡ τοῦ πτύσματος ἄνω κάθαρσις οὐχ ὁμαλὴ γίνεται, ἅτε διατεθερμασμένης τῆς κοιλίης καὶ ἀγούσης πάντα κάτω ἐφ’ ἑωυτήν· καὶ ὑπὸ μὲν τοῦ πτύσματος πνίγεταί τε καὶ ῥέγχει οὐ καθαιρόμενος, ὑπὸ δὲ τῆς γαστρὸς ῥεούσης ἐξασθενέει, καὶ ὡς ταπουλλὰ διαφθείρεται. Μάλιστα δὲ ἐν τῇσι τοιαύτῃσι τῶν νούσων τὸ ῥεῦμα τοῦτο ἡ κεφαλὴ παρέχει, ἅτε κοίλη ἐοῦσα καὶ ἄνω ὑπερκειμένη· ὁκόταν γὰρ διαθερμανθῇ ὑπὸ τῆς κοιλίης, ἕλκει ἐς ἑωυτὴν ἐκ τοῦ σώματος τὸ λεπτότατον τοῦ φλέγματος· ὅταν δὲ ἁλισθῇ ἐν αὐτῇ, ἀποδιδοῖ πάλιν ἅλες καὶ παχὺ, καὶ, ὥσπερ εἴρηται, τὸ μὲν αὐτοῦ ἐς τὴν ἄνω κοιλίην καταῤῥεῖ, τὸ δὲ ἐς τὴν κάτω· ὁκόταν οὖν ἄρξηται ἥ τε κεφαλὴ ῥεῖν, καὶ τὸ ἄλλο σῶμα τήκεσθαι, οὐκ ἔτι ὁμαλῶς, οὐδὲ καυθέντες, περιγίνονται· κρατέει γὰρ πρὸς μὲν τὸ πῦον τὰ ἐπιῤῥέοντα κακὰ ἢ τὰ ἀπορῤῥέοντα, αἱ δὲ σάρκες τηκόμεναι μᾶλλον ὑπὸ τῶν κακῶν, ἢ τρεφόμεναι ὑπὸ τῶν ἐσιόντων.