Ancient Greek · ~13 min
Book 1
Hippocrates, De morbis i-iii 1.20.1
Not analysed yet
20. Ἐν δὲ τῷ πλευρῷ γίνεται μὲν φύματα καὶ ἀπὸ φλέγματος καὶ ἀπὸ χολῆς κατὰ τὸν αὐτὸν λόγον τοῖσιν ἐν τῷ πλεύμονι· γίνεται δὲ καὶ ἀπὸ πόνων, ὁκόταν τι τῶν φλεβίων σπασθὲν ῥαγῇ, ἢ σπασθῇ μὲν, ῥαγῇ δὲ μὴ παντελῶς, ἀλλὰ σπάδων ἐν αὐτῷ γένηται· ἢν μὲν οὖν ῥαγῇ παραυτίκα, τὸ αἷμα τὸ ἐκχυθὲν ἐκ τοῦ φλεβίου σήπεταί τε καὶ ἐκπυέει· ἢν δὲ σπάδων ἐν τῷ φλεβίῳ γένηται, τοῦτο κατ’ ἀρχὰς μὲν ὀδύνην τε παρέχει καὶ σφύζει, προϊόντος δὲ τοῦ χρόνου διαδιδοῖ ἡ φλὲψ τοῦ αἵματος ἐς τὴν σάρκα, καὶ τοῦτο σηπόμενον ἐν τῇ σαρκὶ πῦος γίνεται. Κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ ἡ σὰρξ, ἢν μὲν μᾶλλον πονέσῃ, πλέον τοῦ αἵματος ἕλκει ἐς ἑωυτὴν ἐκ τῶν ἐγγυτάτω φλεβῶν, καὶ παραχρῆμα ἐκπυέει· ἢν δὲ ἧσσον πονέσῃ, σχολαίτερον καὶ ἕλκει καὶ ἐκπυέει. Ἐνίοισι δὲ ὁκόταν ἀσθενέα γένηται τὰ σπάσματα ἐν τῇσι σαρξὶν ἢ ἐν τῇσι φλεψὶν, οὐκ ἐκπυίσκεται, ἀλλὰ γίνεται ἀλγήματα πολυχρόνια, ἃ καὶ καλέουσι ῥήγματα. Καὶ ὁκόσα μὲν ἐν τῇ σαρκὶ γίνεται, ὧδε γίνεται· ὁκόταν ἡ σὰρξ πονέσῃ τι, ἢ σπασθεῖσα, ἢ πληγεῖσα, ἢ ἄλλο τι παθοῦσα, γίνεται, ὥσπερ προεῖπον, πελιδνὴ, πελιδνὴ δὲ οὐκ εἰλικρινεῖ αἵματι, ἀλλὰ λεπτῷ τε καὶ ὑδαρέϊ, καὶ τούτῳ ὀλίγῳ· ὅταν δὲ ὑπερξηρανθῇ μᾶλλον τοῦ εἰωθότος, διαθερμαίνεταί τε καὶ ὀδύνην παρέχει, καὶ ἕλκει ἐς ἑωυτὴν ἀπὸ τῶν πλησίον καὶ φλεβῶν καὶ σαρκῶν τὸ ὑγρόν· καὶ ὁκόταν ὑπερυγρανθῇ, καὶ τοῦτο αὐτὸ τὸ ὑγρὸν ὑπερθερμανθῇ ὑπ’ αὐτῆς τῆς σαρκὸς, σκίδναται ἀνὰ τὸ σῶμα πᾶν, οἷόν περ εἰρύσθη, καὶ μᾶλλον δή τι σκίδναται ἐς τὰς φλέβας, ἢ ἐς τὰς σάρκας· ἕλκουσι γὰρ αἱ φλέβες μᾶλλον τῶν σαρκῶν, ἕλκουσι δὲ καὶ αἱ σάρκες. Ὁκόταν δὲ ἐς πολλὸν ὑγρὸν, τὸ ἐν τῷ σώματι, ὀλίγον τὸ ἀπὸ τῆς σαρκὸς ἔλθῃ, ἄδηλον γίνεται καὶ ἀνώδυνον, καὶ ἀντὶ νενοσηκότος γίνεται ὑγιὲς τῷ χρόνῳ· ἢν δὲ διαθερμανθῇ τε μᾶλλον ἡ σὰρξ, καὶ εἰρύσῃ πλέον τὸ ὑγρὸν, ὀδύνην παρέχει, καὶ ὅπη ἂν τοῦ σώματος ἀπ’ αὐτῆς ὁρμήσῃ καὶ καταστηρίξῃ, ὀδύνην παρέχει ὀξέην, καὶ δοκέουσιν ἔνιοι αὐτοῖσι τὸ ῥῆγμα μεθεστάναι· τὸ δὲ οὐκ ἀνυστόν· ἕλκος γὰρ μεταστῆναι οὐκ ἀνυστόν· ἐγγυτάτω δὲ ἕλκεός ἐστιν ὁκόσα τοιαῦτα· ἀλλὰ τὸ ἀπὸ τῆς σαρκὸς ὑγρὸν ἀΐσσει διὰ τῶν φλεβίων. Ὅταν δὲ διαθερμανθῇ τε καὶ παχυνθῇ, καὶ γένηται πλέον, ὀδύνην παρέχει, ἔστ’ ἂν γένηται ὅμοιον τῷ ἄλλῳ ὑγρῷ ὑγρῷ κατὰ λεπτότητα καὶ ψυχρότητα. Ὁκόσα δὲ ἐν τοῖσι φλεβίοισι γίνεται, αὐτὸ μὲν τὸ φλέβιον, ὁκόσον ἔσπασται, κατὰ χώρην μένει· ὅταν δὲ σπασθῇ, σπᾶται δὲ ὑπὸ τόνου καὶ βίης, γίνεται οἷον κιρσός· διαθερμαίνεται δὲ καὶ ἕλκει ἐς ἑωυτὸ νοτίδα τινὰ ὑγρήν· ἡ δὲ νοτίς ἐστιν ἀπὸ χολῆς καὶ φλέγματος. Καὶ ὁκόταν μιχθῇ τό τε αἷμα καὶ τὸ ὑγρὸν τὸ ἀπὸ τῆς σαρκὸς, παχύνεται τὸ αἷμα πολλαπλασίως αὐτὸ ἑωυτοῦ ταύτῃ, ᾗ ἂν ἡ φλὲψ τυγχάνῃ ἐσπασμένη, καὶ νοσωδέστερον γίνεται καὶ στασιμώτερόν τε καὶ πλέον· καὶ ὁκόταν πλέον γένηται, μετανέστη τὸ πλήρωμα, ᾗ ἂν τύχῃ, καὶ ὀδύνην παρέχει ὀξέην, ὥστε ἐνίοισι δοκέειν τὸ ῥῆγμα ἑωυτοῖσι μεθεστάναι· καὶ ἢν τύχῃ ὥστε ἐς τὸν ὦμον μεταστῆναι, βάρος τε ἐν τῇ χειρὶ παρέχει καὶ νάρκην καὶ νωθρίην· καὶ ἢν μὲν ἐς τὴν φλέβα σκιμφθῇ, ἣ ἐς τὸν ὦμόν τε καὶ τὸν νῶτον τείνει, παύεται ἡ ὀδύνη παραχρῆμα ὡς τὰ πολλά. Γίνεται δὲ τὰ σπάσματα καὶ ἀπὸ πόνων καὶ πτωμάτων, καὶ ἀπὸ πληγῆς, καὶ ἤν τις ἄχθος μέζον αἴρηται, καὶ ἀπὸ δρόμων καὶ πάλης, καὶ τῶν τοιούτων πάντων.