# De morbis i-iii 1.22.1

Hippocrates, De morbis i-iii, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-morbis-i-iii/1.22.1

22. Τοῖσι δὲ ταῦτα τὰ νουσήματα ἔχουσι καὶ ὅσα τοιαῦτα, διαφέρει ἐς τὸ εὐπετεστέρως τε ἀπαλλάσσειν καὶ δυσπετεστέρως ἀνήρ τε γυναικὸς, καὶ νεώτερος γεραιτέρου, καὶ γυνὴ νεωτέρη παλαιοτέρης, καὶ πρὸς τούτοισιν ἡ ὥρη τοῦ ἔτεος, ἐν ᾗ ἂν νοσέωσι, καὶ ἢν ἐξ ἑτέρης νούσου νοσέωσιν, ἢ μὴ ἐξ ἑτέρης· διαφέρει δὲ καὶ πάθημα παθήματος μέζον τε καὶ ἔλασσον, καὶ χρὼς χρωτὸς, καὶ θεραπείη θεραπείης. Τούτων δὲ οὕτω διαφερόντων, ἀνάγκη διαφέρειν καὶ τὸν χρόνον, καὶ τοῖσι μὲν πλέω γίνεσθαι, τοῖσι δὲ ἐλάσσω, καὶ ἀπόλλυσθαι ἢ μὴ, καὶ τοῖσι μὲν παραμόνιμά τε εἶναι καὶ μέζω, τοῖσι δὲ ἐλάσσω τε καὶ ὀλιγοχρόνια, τοῖσι δὲ παραμένειν ἐς τὸ γῆρας τὰ νουσήματα καὶ συναποθνήσκειν, τοὺς δὲ ἀπόλλυσθαι δι’ ὀλίγου ὑπ’ αὐτῶν. Καὶ ὁκόσοι μὲν νεώτεροι πάσχουσί τι τούτων, ὅσα εἴρηται ἀπὸ πόνων παθήματα γίνεσθαι, πάσχουσι πλέω τε καὶ ἰσχυρότερα καὶ ἀλγέουσι μᾶλλον τῶν ἄλλων, καὶ παραυτίκα ἔκδηλα αὐτοῖσιν, ὥστε ἢ πτύσαι αἷμα ἢ ἐμέσαι, τὰ δὲ καὶ γινόμενα λανθάνει αὐτοὺς ὑπὸ εὐεξίης τοῦ σώματος· οἱ δὲ γεραίτεροι πάσχουσι μὲν ὀλιγάκις, καὶ ὅταν πάθωσιν, ἀσθενέστερα πάσχουσιν, ἅτε ἀσθενέστεροι ἐόντες, καὶ ἐπαΐουσι μᾶλλον, καὶ ἐπιμελέονται μᾶλλον τῶν παθημάτων. Γίνεται οὖν τὴν ἀρχὴν τὸ παράπαν ἧσσον τῷ γεραιτέρῳ ἢ τῷ νεωτέρῳ· καὶ ὁκόταν γένηται, τῷ μὲν γεραιτέρῳ ἀσθενέστερα γίνεται, τῷ δὲ νεωτέρῳ ἰσχυρότερα. Καὶ τῷ μὲν νεωτέρῳ, ἅτε τοῦ σώματος τόνον τε ἔχοντος καὶ ξηρασίην, καὶ τὴν σάρκα πυκνήν τε καὶ ἰσχυρὴν καὶ πρὸς τοῖσιν ὀστέοισι προσκαθημένην, καὶ περὶ αὐτὴν τοῦ δέρματος περιτεταμένου, ὁκόταν τι πονέσῃ πλέον τοῦ εἰωθότος, μᾶλλον καὶ ἐξαίφνης, σπασμοί τε γίνονται ἰσχυροὶ, καὶ ῥήγματα πολλά τε καὶ παντοῖα τῶν φλεβῶν καὶ τῶν σαρκῶν· καὶ τούτων τὰ μὲν παραυτίκα ἔκδηλα γίνεται, τὰ δ’ ὕστερον χρόνῳ ἀναφαίνεται. Τοῖσι δὲ γεραιτέροισι τόνος ἰσχυρὸς οὐκ ἔνι, αἵ τε σάρκες περὶ τὰ ὀστέα περιῤῥέουσι, καὶ τὸ δέρμα περὶ τὰς σάρκας, καὶ αὐτὴ ἡ σὰρξ ἀραιή τε καὶ ἀσθενής· καὶ οὔτε τι ἂν πάθοι τοιοῦτον ὁμοίως ὡς καὶ ὁ νεώτερος, καὶ ἤν τι πάθῃ, πάσχει ἀσθενέα τε καὶ παραυτίκα ἔκδηλα. Τοσούτῳ μὲν ἐν τῇ ἀρχῇ τῶν παθημάτων δυσχερέστερον ἀπαλλάσσουσιν οἱ νεώτεροι τῶν γεραιτέρων. Ὁκόταν δὲ ἡ νοῦσος ἐμφανὴς γένηται, καὶ ἢ πῦος ἢ αἷμα πτύσωσιν ἢ ἀμφότερα, ὅσοι μὲν νεώτεροί εἰσιν, ἅτε τοῦ σώματος εὐτόνου τε ἐόντος καὶ πυκνοῦ, οὐ δύνανται ἀποκαθαίρεσθαι ὁμαλῶς ἀπὸ τῶν ἑλκέων τῶν ἐν τῇ ἄνω κοιλίῃ τὸ πῦον· ὅ τε γὰρ πλεύμων οὐ κάρτα ἕλκει ἐς τὰς ἀρτηρίας πυκνότερος ἐὼν, αἵ τε ἀρτηρίαι λεπταὶ καὶ στεγναὶ ἐοῦσαι οὐκ ἐνδέχονται τὸ πῦον, εἰ μὴ ὀλίγον τε καὶ ὀλιγάκις, ὥστε ἀνάγκη τὸ πῦος ἐν τῷ θώρηκί τε καὶ ἐπὶ τῶν ἑλκέων ἀθροίζεσθαί τε καὶ παχύνεσθαι. Τῷ δὲ ἀφηλικεστέρῳ ὅ τε πλεύμων ἀραιότερος καὶ κοιλότερος, καὶ αἱ ἀρτηρίαι εὐρύτεραι, ὥστε μὴ ἐγχρονίζειν τὸ πῦος ἐν τῇ κοιλίῃ καὶ ἐπὶ τῶν ἑλκέων, καὶ ὅ τι ἂν ἐπιγένηται, τοῦτο ἀνάγκη πᾶν ἀνασπᾶσθαι ἄνω ὑπὸ τοῦ πλεύμονος ἐς τὰς ἀρτηρίας, καὶ παραχρῆμα ἐκπτύεσθαι. Τῷ μὲν οὖν νεωτέρῳ, ἅτε τῶν παθημάτων ἰσχυροτέρων ἐόντων, καὶ τῆς καθάρσιος οὐ γινομένης κατὰ λόγον τοῦ πτύσματος, οἵ τε πυρετοὶ ὀξύτεροι καὶ πυκνότεροι γίνονται, καὶ ὀδύναι ἐμπίπτουσιν ὀξέαι αὐτοῦ τε τοῦ παθήματος καὶ τοῦ ἄλλου σώματος, ἅτε τῶν φλεβίων ἐντόνων τε ἐόντων καὶ ἐναίμων· ὅταν δὲ ταῦτα διαθερμανθῇ ὑφ’ ἑωυτῶν, ὀδύναι διαΐσσουσιν ἄλλοτε ἄλλῃ τῷ σώματος, καὶ οὗτοι μὲν διαφθείρονται ὡς τὰ πολλὰ δι’ ὀλίγου. Τοῖσι δὲ γεραιτέροισιν, ἅτε τῶν παθημάτων ἀσθενεστέρων ἐόντων, καὶ τοῦ πτύσματος ἀπ’ αὐτῶν καθαιρομένου, οἵ τε πυρετοὶ λεπτότεροι καὶ ὀλιγάκις γίνονται, καὶ ὀδύναι ἔνεισι μὲν, ἔνεισι δὲ λεπταί· καὶ παντάπασι μὲν τῶν παθημάτων τῶν τοιούτων οὐκ ἀπαλλάσσονται οὐδὲ οἱ γεραίτεροι, ἀλλ’ ἔχοντες αὐτὰ πουλὺν χρόνον καταφθείρονται, καὶ ἄλλοτε πῦον πτύουσιν, ἄλλοτε δὲ αἷμα, ἄλλοτε δὲ οὐδέτερον, τέλος δὲ συναποθνήσκει αὐτοῖσιν· ἀποθνήσκουσι δὲ μάλιστα οὕτως, ὅταν τι αὐτοὺς νόσημα τούτῳ, ᾧ ἂν ἔχωσι, παραπλήσιον καταλάβῃ, ὥστε ἔχειν καὶ τοῦτο, καὶ ὃ ἂν ἔχωσι νούσημα ἰσχυρότερον γίνεσθαι, καὶ ὡς τὰ πολλὰ διαφθείρονται. Ταῦτα δέ ἐστι τὰ μάλιστα ἐξεργαζόμενα τῶν νουσημάτων πλευρῖτίς τε καὶ περιπλευμονίη.

---

Hippocrates, De morbis i-iii, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg023.local001/.
