# De morbis i-iii 1.24

Hippocrates, De morbis i-iii, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-morbis-i-iii/1.24

24. Τὸ δὲ ῤῖγος ἐν τῇσι νούσοισι γίνεται μὲν καὶ ἀπὸ τῶν ἔξωθεν ἀνέμων, καὶ ὕδατος, καὶ αἰθρίης, καὶ ἑτέρων τοιούτων, γίνεται δὲ καὶ ἀπὸ τῶν ἐσιόντων σιτίων καὶ ποτῶν· μάλιστα δὲ ἰσχυρότερον γίνεται, ὅταν χολὴ καὶ φλέγμα συμμιχθῇ ἐς τωυτὸ τῷ αἵματι, ἢ τὸ ἕτερον, ἢ ἀμφότερον· μᾶλλον δὲ, ἢν τὸ φλέγμα μοῦνον ξυμμιχθῇ· ψυχρότατον γὰρ φύσει τὸ φλέγμα, θερμότατον δὲ τὸ αἷμα, ψυχρότερον δέ τι καὶ ἡ χολὴ τοῦ αἵματος. Ὅταν οὖν ταῦτα συμμιχθῇ, ἢ ἀμφότερα, ἢ τὸ ἕτερον ἐς τὸ αἷμα, συμπήγνυσι τὸ αἷμα, οὐ παντάπασι δὲ, οὐ γὰρ ἂν δύναιτο ζῇν ὥνθρωπος, εἰ τὸ αἷμα πυκνότερόν τε καὶ ψυχρότερον γένοιτο πολλαπλασίως αὐτὸ ἑωυτοῦ. Ψυχομένου οὖν τοῦ αἵματος, ἀνάγκη ψύχεσθαι καὶ τὸ ἄλλο σῶμα πᾶν, καὶ καλέεται ῥῖγος, ὁκόταν τοῦτο τοιοῦτον γένηται· κἢν μὲν ἰσχυρῶς γένηται, ῥῖγός τε ἰσχυρὸν καὶ τρόμος, αἱ γὰρ φλέβες συσπώμεναι, καὶ συνιόντος καὶ πηγνυμένου τοῦ αἵματος, συσπῶσί τε τὸ σῶμα καὶ τρέμειν ποιέουσιν· ἢν δέ τι ἧσσον ἡ ξύνοδος τοῦ αἵματος γένηται, τοῦτο δὲ καλέεται ῥῖγος· φρίκη δὲ, τὸ ἀσθενέστατον. Ὅτι δὲ μετὰ τὸ ῥῖγος ἀνάγκη πυρετὸν ἐπιλαβεῖν ἢ πλέω ἢ ἐλάσσω, ὧδε ἔχει· ὁκόταν τὸ αἷμα διαθερμαίνηταί τε καὶ ἀποβιᾶται καὶ ἀπίῃ πάλιν ἐς τὴν ἑωυτοῦ φύσιν, συνδιαθερμαίνεται καὶ τοῦ φλέγματος καὶ τῆς χολῆς τὸ ἐν τῷ αἵματι συμμεμιγμένον, καὶ γίνεται τὸ αἷμα θερμότερον αὐτὸ ἑωυτοῦ πολλαπλασίως· τούτων οὖν διατεθερμασμένων, ἀνάγκη πυρετὸν ἐπιγενέσθαι ὑπὸ τῆς θερμασίης τοῦ αἵματος μετὰ τὸ ῥῖγος.

---

Hippocrates, De morbis i-iii, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg023.local001/.
