# De morbis i-iii 1.25

Hippocrates, De morbis i-iii, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-morbis-i-iii/1.25

25. Ἱδρὼς δὲ γίνεται διὰ τόδε· οἷσιν ἂν νοῦσοι κρίνωνται ἐν τῇσι κυρίῃσι τῶν ἡμερέων, καὶ τὸ πῦρ μεθίῃ, ἐκτήκεται ἀπὸ τοῦ ἐν τῷ σώματι φλέγματος καὶ τῆς χολῆς τὸ λεπτότατον, καὶ ἀποκρίνεται, καὶ χωρέει τὸ μὲν ἔξω τοῦ σώματος· τὸ δὲ ἔνδον καὶ αὐτοῦ ἐν τῷ σώματι ὑπολείπεται· τὸ δὲ ὑπὸ θερμασίης λεπτυνόμενον ἀτμὸς γίνεται, καὶ σὺν τῷ πνεύματι μισγόμενον ἔξω χωρέει. Ἔστι μὲν οὖν ταῦτα τοιαῦτα, καὶ ἀπὸ τούτων ἀπογεννᾶται ὁ ἱδρώς. Διότι δὲ ὁτὲ μὲν θερμὸς, ὁτὲ δὲ ψυχρός ἐστιν, οὕτως· ὁ μὲν θερμὸς ἀπὸ διατεθερμασμένου τοῦ κακοῦ, καὶ ἐκκεκαυμένου, καὶ λελεπτυσμένου, καὶ ἀσθενέος, καὶ οὐ λίην πολλοῦ ἀποκρίνεται, καὶ ἀνάγκη θερμότερον αὐτὸν ἐκκρίνεσθαι ἐκ τοῦ σώματος· ὁ δὲ ψυχρὸς ἀπὸ πλέονος τοῦ κακοῦ ἀποκρινόμενος, τοῦ τε ὑπολειπομένου, καὶ ἔτι ἰσχύοντος, καὶ οὔπω συσσεσηπότος, οὐδὲ λελεπτυσμένου, οὐδὲ ἐκκεκαυμένου, ψυχρότερος καὶ παχύτερος καὶ κακωδέστερος ἐκχωρέει. Δῆλον δὲ τοῦτο ἐν τῷδε· οἱ ψυχρῷ ἱδρῶτι ἱδρῶντες μακρὰς νούσους νοσέουσιν ὡς ἐπιτοπουλὺ, ἔτι ἰσχύοντος τοῦ κακοῦ τοῦ ἐν τῷ σώματι ὑπολειπομένου· οἱ δὲ θερμῷ ἱδρῶτι ἱδρῶντες ταχύτερον ἀπαλλάσσονται τῶν νουσημάτων.

---

Hippocrates, De morbis i-iii, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg023.local001/.
