# De morbis i-iii 1.28

Hippocrates, De morbis i-iii, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-morbis-i-iii/1.28

28. Γίνεται δὲ καὶ ἄπτυστος περιπλευμονίη καὶ πλευρῖτις, ἄμφω ὑπὸ τοῦ αὐτοῦ, ὑπὸ ξηρασίης· ξηραίνει δὲ καὶ τὰ θερμὰ, ὅταν ὑπερθερμαίνῃ, καὶ τὰ ψυχρὰ, ὅταν ὑπερψύχῃ· πήγνυται δὲ τὸ πλευρὸν καὶ τὰ ἐν αὐτῷ τῷ πλευρῷ φλέβια, καὶ ξυσπᾶται, καὶ ὁκόσον ἐν αὐτῷ ἔνι φλέγματος καὶ χολῆς, τοῦτο ὑπὸ τῆς ξηρασίης ἐνέσκληκέ τε καὶ ὀδύνην παρέχει καὶ ὑπὸ τῆς ὀδύνης πυρετόν· τούτου ξυμφέρει τὴν φλέβα ἀποσχάσαι τὴν ἐν τῇ χειρὶ, τὴν σπληνῖτιν καλεομένην, ἢ τὴν ἡπατῖτιν, καθ’ ὁπότερον ἂν ἔῃ τὸ νούσημα· καὶ οὕτως ἡ ὀδύνη μαλακωτέρη γίνεται τοῦ πλευροῦ τε καὶ τῶν ἄλλων· ἡ γὰρ φλὲψ, ὅσον ἔνι ἐν αὐτῇ χολῆς καὶ φλέγματος, αὐτοῦ τοῦ αἵματος νενοσηκότος, μετὰ τούτου μεθίει τὸ πουλὺ ἔξω· τὸ δὲ ἐκ τῆς σαρκὸς ὑπό τε φαρμάκων καὶ ποτῶν διαχέεται καὶ ὑπὸ χλιασμάτων προστιθεμένων ἔξωθεν, ὥστε τὴν νοῦσον σκίδνασθαι ἀνὰ πᾶν τὸ σῶμα· καλέεται δὲ αὕτη πλευρῖτις ἄπτυστος. Ἡ δὲ περιπλευμονίη, ὁκόταν ὁ πλεύμων ὑπερξηρανθῇ καὶ αὐτός· καὶ ὅσον ἐν αὐτῷ ἔνι χολῆς ἢ φλέγματος, οὔτε σήπει ὁμαλῶς, οὔτε τὸ σίελον ἀναδιδοῖ· ὅσον τε ἐν αὐτῷ ἐστιν ἰκμάδος, ἢ ἀπὸ ποτοῦ, ἢ ἀπὸ ῥοφήματος, ἢ ἀπὸ τῶν πλησίον χωρίων, τοῦτο πᾶν ἐκκαίει ὑπὸ τῆς ὑπερξηρασίης τε καὶ θερμασίης. Τούτῳ ξυμφέρει πόματα πίνειν, ὑφ’ ὧν ὑγραίνεται ὁ πλεύμων καὶ πτύσεται· ἢν γὰρ μὴ πτυσθῇ, σκληρότερός τε γίνεται ὁ πλεύμων, καὶ συναυαίνεται, καὶ τὸν ἄνθρωπον ἀπόλλυσι.

---

Hippocrates, De morbis i-iii, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg023.local001/.
