# De morbis i-iii 1.29

Hippocrates, De morbis i-iii, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-morbis-i-iii/1.29

29. Καῦσος δὲ λαμβάνει μὲν μᾶλλον τοὺς χολώδεας, λαμβάνει δὲ καὶ τοὺς φλεγματίας, λαμβάνει δὲ ὧδε· ὁκόταν χολὴ κινηθῇ ἀνὰ τὸ σῶμα, καὶ ξυγκυρήσῃ ὥστε τὰς φλέβας καὶ τὸ αἷμα εἰρύσαι τῆς χολῆς, εἰρύσαι δὲ τὸ πλεῖστον ἐκ τῶν σαρκῶν καὶ τῆς κοιλίης τὸ πρόσθεν ἐνεὸν, ἅτε τῇ φύσει θερμότατον ἐὸν ἐν τῷ σώματι, τὸ αἷμα, ὁκόταν διαθερμανθῇ ἐκ τῶν σαρκῶν καὶ τῆς κοιλίης πρὸς τῷ ἐνεόντι μᾶλλον ἔτι ὑπὸ τῆς χολῆς, διαθερμαίνει καὶ τὸ ἄλλο σῶμα πᾶν· καὶ τὰ μὲν ἔνδον ὑπὸ πολλῆς ἰκμάδος οὐ δύναται ἀποξηραίνεσθαι παντάπασιν· ἢν δὲ ἀποξηρανθῇ, ἀποθνήσκει ὥνθρωπος· τὰ δὲ ἐν τοῖσιν ἀκρωτηρίοισι τοῦ σώματος, ἅτε ξηρὰ ἐόντα φύσει, ἀποξηραίνεταί τε καὶ ἐκκαίεται ἐξ αὐτῶν τὸ ὑγρὸν τὸ πλεῖστον, καὶ εἰ θέλοις ψαύειν, ψυχρά τε εὑρήσεις αὐτὰ καὶ ξηρά· καὶ διὰ τοῦτο ὁκόσοι ὑπὸ καύσου ἁλίσκονται, τὰ μὲν ἔνδον καίονται ὑπὸ τοῦ πυρὸς, τὰ δὲ ἔξω ψυχροί εἰσιν, ἥ τε γλῶσσα καὶ ἡ φάρυγξ τρηχύνεταί τε καὶ αὐαίνεται ὑπὸ τοῦ πνεύματος τοῦ ἔνδον καὶ τῆς θερμότητος. Ὅσον δ’ ἂν ἐν τῇ κοιλίῃ καὶ ἐν τῇ κύστει ἐγγένηται χολῆς, τὸ μὲν ἐν τῇ κοιλίῃ ἐνίοτε μὲν διαταράσσεται κάτω, τὰ δὲ πολλὰ ἐμέεται ἐν τῇσι πρώτῃσιν ἡμέρῃσιν, ἢ τέσσαρσιν, ἢ πέντε· ἐμέεται δὲ διὰ τόδε· ὁκόταν ἡ ἄνω κοιλίη ὑπερθερμανθῇ, ἕλκει ἐφ’ ἑωυτὴν, καὶ γίνεται ἔμετος· διὰ τοῦτο δ’ αὐτὸ καὶ ἐς περιπλευμονίην ἐκ καύσου τε καὶ πλευρίτιδος μάλιστα μεθίσταται τὰ νουσήματα· ὁκόταν γὰρ ἡ ἄνω κοιλίη ὑπερθερμανθῇ, ἕλκει ἐφ’ ἑωυτὴν, καὶ ὑποδέχεται ὁ πλεύμων, καὶ γίνεται περιπλευμονίη, καὶ ὡς τὰ πολλὰ ἀπόλλυνται, ἅτε ἀσθενέες ἤδη ἐόντες, καὶ, ἑτέρης νούσου καινῆς ἐπιγεννηθείσης, οὐ δυνάμενοι τὰς ἡμέρας διατελέειν, ἄχρις οὗ τὸ σίαλον πεπανθῇ ἐν τῷ πλεύμονι, ἀλλ’ ὡς τὰ πολλὰ ἀπόλλυνται ὑπὸ ἀσθενείης· ἔνιοι δὲ περιγίνονται. Ὅσον δὲ ἐς τὴν κύστιν συῤῥεῖ χολῆς, οὐρέεται παχύ· παχὺ δὲ ὑπὸ φλέγματος καὶ χολῆς διαχωρέει, ὅταν διαχωρέῃ, ὑπὸ τοῦ ξυγκεκαῦσθαι ἐν τῇ κοιλίῃ τὰ ἐνέοντα.

---

Hippocrates, De morbis i-iii, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg023.local001/.
