# De morbis i-iii 1.30

Hippocrates, De morbis i-iii, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-morbis-i-iii/1.30

30. Φρενῖτις δὲ ὧδε ἔχει· τὸ αἷμα τὸ ἐν τῷ ἀνθρώπῳ πλεῖστον ξυμβάλλεται μέρος συνέσιος· ἔνιοι δὲ λέγουσι, τὸ πᾶν· ὁκόταν οὖν χολὴ κινηθεῖσα ἐς τὰς φλέβας καὶ ἐς τὸ αἷμα ἐσέλθῃ, διεκίνησε καὶ διώῤῥωσε τὸ αἷμα ἐκ τῆς ἐωθυίης συστάσιός τε καὶ κινήσιος, καὶ διεθέρμηνε· διαθερμανθὲν δὲ διαθερμαίνει καὶ τὸ ἄλλο σῶμα πᾶν, καὶ παρανοέει τε ὥνθρωπος καὶ οὐκ ἐν ἑωυτῷ ἐστιν ὑπὸ τοῦ πυρετοῦ τοῦ πλήθεος καὶ τοῦ αἵματος τῆς διοῤῥώσιός τε καὶ κινήσιος γενομένης οὐ τῆς ἐωθυίης. Προσεοίκασι δὲ μάλιστα οἱ ὑπὸ τῆς φρενίτιδος ἐχόμενοι τοῖσι μελαγχολῶσι κατὰ τὴν παράνοιαν· οἵ τε γὰρ μελαγχολώδεες, ὁκόταν φθαρῇ τὸ αἷμα ὑπὸ χολῆς καὶ φλέγματος, τὴν νοῦσον ἴσχουσι καὶ παράνοοι γίνονται, ἔνιοι δὲ καὶ μαίνονται· καὶ ἐν τῇ φρενίτιδι ὡσαύτως· οὕτω δὲ ἧσσον ἡ μανίη τε καὶ ἡ παραφρόνησις γίνεται, ὅσῳ περ ἡ χολὴ τῆς χολῆς ἀσθενεστέρη ἐστίν.

---

Hippocrates, De morbis i-iii, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg023.local001/.
