# De morbis i-iii 1.31

Hippocrates, De morbis i-iii, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-morbis-i-iii/1.31

31. Ὕφαιμον δὲ καὶ πελιδνὸν ἐν τῇ πλευρίτιδι καὶ περιπλευμονίῃ τὸ πτύαλον διὰ τόδε πτύουσι· καταρχὰς μὲν ὡς τὸ πουλὺ οὐδέτερα πτύουσιν, οὔτε πελιδνὸν, οὔτε ὕφαιμον· εἰδέναι δὲ χρὴ τὴν νοῦσον ἰσχυρὴν ἐοῦσαν, ὁκόταν τὸ σίαλον ὑπόπαχυ ἄρξωνται πτύειν καὶ καθαίρεσθαι μάλιστα τότε. Πτύεται δὲ ἀπὸ διατάσιος τῶν φλεβῶν, τῆς μὲν πλευρίτιδος ἐκ τῶν ἐν πλευρῷ, τῆς δὲ περιπλευμονίης ἐκ τῶν ἐν τῷ πλεύμονι, καὶ θερμασίην ἐπάγει ἐφ’ ἑωυτήν· ἢν δὲ ῥηγματίης ἔῃ ὁ τὴν νοῦσον ἔχων καὶ σαβακὸς, ἀπὸ τῆς πρώτης ἡμέρης αἷμα καὶ ὕφαιμον καὶ πελιδνὸν σὺν σιάλῳ πτύει· τὸ δὲ πελιδνὸν ἀπὸ τοῦ αἵματος γίνεται, ἢν ὀλίγον συμμίγηται ἐς πουλὺ σίαλον, καὶ μὴ παραυτίκα πτύηται, ἀλλὰ ἐμμένῃ ήμισαπὲς ἐὸν καὶ ἐκτεθηλυσμένον ἐν τῷ σώματι.

---

Hippocrates, De morbis i-iii, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg023.local001/.
