Ancient Greek · ~2 min
Book 1
Hippocrates, De morbis i-iii 1.32
Not analysed yet
32. Ἀποθνήσκουσι δὲ ἀπὸ μὲν τῆς πλευρίτιδος, ὁκόταν πολλὸν μὲν τὴν ἀρχὴν τῷ πλευρῷ προσπαγῇ φλέγμα τε καὶ χολὴ, πολλόν τε προσεπιῤῥυῇ καὶ ἐκ τοῦ ἄλλου σώματος, καὶ μήτε πτύων κρατίῃ ὑπὸ πλήθεος τούτων, μήτε σήπων· πιμπλῶνται δὲ αἱ ἀρτηρίαι ὑπὸ τῶν ἐνεόντων, φλέγματός τε καὶ πύου, τότε δὲ ῥέγχει, καὶ ἀναπνεῖ πυκνόν τε καὶ αὐτόθεν ἄνωθεν, τέλος δὲ ἀποφράσσεται πάντα, καὶ ἀποθνήσκει. Τὸν αὐτὸν δὲ τρόπον τοῦτον καὶ ἐκ περιπλευμονίης ἀπόλλυνται.