# De morbis i-iii 1.34

Hippocrates, De morbis i-iii, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-morbis-i-iii/1.34

34. Ὑπὸ δὲ τῆς φρενίτιδος ἀπόλλυνται ὧδε· παραφρονέουσιν ἐν τῇ νούσῳ διὰ παντὸς, ἅτε τοῦ αἵματος ἐφθαρμένου τε καὶ κεκινημένου οὐ τὴν ἐωθυῖαν κίνησιν· καὶ ἅτε παραφρονέοντες, οὐκέτι τῶν προσφερομένων δέχονται, ὅ τι ἄξιον λόγου· ὅταν δὲ προΐῃ ὁ χρόνος, μαραίνονταί τε καὶ μινύθουσιν ὑπό τε τοῦ πυρετοῦ καὶ ὑπὸ τοῦ μηδὲν τρέφεσθαι· καὶ πρῶτα μὲν τὰ ἐν τοῖσιν ἀκρωτηρίοισι μινύθει τε καὶ ψύχεται, ἔπειτα δὲ τὰ ἐπ’ ἐγγυτάτω. Καὶ ψύχεός γε καὶ πυρὸς καὶ πόνων ἀρχὴν ταύτην ἴσχει· ὅταν τὸ αἷμα ἐν τῇσι φλεψὶν ὑπὸ τοῦ φλέγματος ψυχθῇ, μεταπίπτει τε καὶ ξυσπᾶται ἅλες ἄλλοτε ἄλλῃ, καὶ τρέμει, τέλος δὲ ψύχεται πάντα, καὶ ἀποθνήσκει.

---

Hippocrates, De morbis i-iii, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg023.local001/.
