Ancient Greek · ~8 min
Book 1
Hippocrates, De morbis i-iii 1.5
Not analysed yet
5. Καιροὶ δὲ, τὸ μὲν καθάπαξ εἰπεῖν, πολλοί τέ εἰσιν ἐν τῇ τέχνῃ καὶ παντοῖοι, ὥσπερ καὶ τὰ νουσήματα καὶ τὰ παθήματα καὶ τουτέων αἱ θεραπεῖαι. Εἰσὶ δὲ ὀξύτατοι μὲν, ὅσοισιν ἢ ἐκψύχουσι δεῖ τι ὠφελῆσαι, ἢ οὐρῆσαι ἢ ἀποπατῆσαι μὴ δυναμένοισιν, ἢ πνιγομένοισιν, ἢ γυναῖκα τίκτουσαν ἢ τιτρωσκομένην ἀπαλλάξαι; ἢ ὅσα τοιαῦτά ἐστιν. Καὶ οὗτοι μὲν οἱ καιροὶ ὀξέες, καὶ οὐκ ἀρκέει ὀλίγῳ ὕστερον· ἀπόλλυνται γὰρ οἱ πουλλοὶ ὀλίγῳ ὕστερον. Ὁ μέντοι καιρός ἐστιν, ἐπὴν πάθῃ τι τούτων ὥνθρωπος· ὅ τι ἄν τις πρὸ τοῦ τὴν ψυχὴν μεθεῖναι ὠφελήσῃ, τοῦθ’ ἅπαν ἐν καιρῷ ὠφέλησεν. Ἔστι μὲν οὖν σχεδόν τι οὗτος ὁ καιρὸς καὶ ἐν τοῖσιν ἄλλοισι νουσήμασιν· αἰεὶ γὰρ, ἐν ᾧ ἄν τις ὠφελήσῃ, ἐν καιρῷ ὠφέλησεν. Ὁκόσα δὲ τῶν νουσημάτων ἢ τρωμάτων μὴ ἐς θάνατον φέρει, ἀλλὰ καίριά ἐστιν, ὀδύναι τε γίνονται ἐν αὐτέοισι, καὶ οἷά τέ ἐστιν, ἤν τις ὀρθῶς θεραπεύσῃ, παύσασθαι, τούτοισι δὲ ἀρκέουσι γινόμεναι αἱ ὠφέλειαι ἀπὸ τοῦ ἰητροῦ ὅταν γίνωνται· καὶ γὰρ μὴ παρεόντος τοῦ ἰητροῦ, ἐπαύσαντο ἄν. Ἕτερα δὲ νουσήματά ἐστιν, οἷσι καιρός ἐστι θεραπεύεσθαι τὸ πρωῒ τῆς ἡμέρης, διαφέρει δὲ οὐδὲν ἢ πάνυ πρωῒ, ἢ ὀλίγῳ ὕστερον· ἕτερα δὲ νουσήματά ἐστιν, οἷσι καιρὸς θεραπευθῆναι ἅπαξ τῆς ἡμέρης, καὶ ὁπηνίκα γε οὐδὲν διαφέρει· ἕτερα δὲ, διὰ τρίτης ἢ τετάρτης ἡμέρης· καὶ ἕτερα ἅπαξ τοῦ μηνός· καὶ ἕτερά γε διὰ τριῶν μηνῶν, καὶ τοῦ τρίτου ἱσταμένου ἢ φθίνοντος, οὐδὲν διαφέρει· τοιοῦτοι οἱ καιροί εἰσιν ἐνίοισι, καὶ ἀκριβείην οὐκ ἔχουσιν ἄλλην, ἢ ταύτην. Ἀκαιρίη δέ ἐστι τὰ τοιάδε· ὅσα μὲν πρωῒ δεῖ θεραπεύεσθαι, ἢν μεσημβρίῃ θεραπεύηται, ἀκαίρως θεραπεύεται· ἀκαίρως δὲ ταύτῃ, ἐπεὶ ὅσα τάχα ῥοπὴν ἴσχει ἐς τὸ κάκιον διὰ τὴν μὴ ἐν καιρῷ θεραπείην, ἤν τε μεσημβρίης, ἤν τε ὀψὲ, ἤν τε τῆς νυκτὸς θεραπεύηται, ἀκαίρως θεραπεύεται· καὶ ἢν τοῦ ἦρος δέῃ θεραπευθῆναι, θεραπεύηται δὲ χειμῶνος, ἢ τοῦ μὲν χειμῶνος δέῃ, τοῦ θέρεος δὲ θεραπεύηται· ἢ ὅ τι ἤδη δεῖ θεραπεύεσθαι, τοῦτο ἀναβάλληται ἢ ὅ τι ἀναβάλλεσθαι δεῖ, τοῦτ’ ἤδη θεραπεύηται· τὰ τοιαῦτα ἀκαίρως θεραπεύεται.