Ancient Greek · ~8 min
Book 1
Hippocrates, De morbis i-iii 1.8
Not analysed yet
8. Ἐπιτυχίῃ δὲ τὰ τοιάδε οἱ ἰητροὶ ποιέουσιν ἐν τῇ θεραπείῃ ἀγαθά· ἄνω φάρμακον δόντες, καθαίρουσι καὶ ἄνω καὶ κάτω καλῶς· καὶ γυναικὶ φάρμακον δόντες κάτω χολῆς ἢ φλέγματος, ἐπιμήνια οὐ γίνομενα κατέῤῥηξαν· καὶ σπλῆνα ἔμπυον ἔχοντι κάτω φάρμακον δόντες ὥστε χολὴν καὶ φλέγμα καθῆραι, πῦος κάτω ἐκάθηραν ἐκ τοῦ σπληνὸς καὶ ἀπήλλαξαν τῆς νούσου· καὶ λιθιῶντι φάρμακον δόντες, τὸν λίθον ἐς τὸν οὐρητῆρα προσέωσαν ὑπὸ βίης τοῦ φαρμάκου, ὥστε ἐξουρηθῆναι· καὶ πῦον ἔχοντι ἐν τῇ ἄνω κοιλίῃ ἐν φύματι, οὐκ εἰδότες ὅ τι ἔχει, δόντες ἄνω φάρμακον ὅ τι φλέγμα καθαίρει, ἤμεσε τὸ πῦον καὶ ἐγένετο ὑγιής· καὶ ἐκ φαρμάκου ὑπερκαθαιρόμενον ἄνω θεραπεύοντες, καταῤῥαγείσης τῆς κοιλίης ἀπὸ ταυτομάτου, ὑγιέα ἐποίησαν τοῦ ἐμέτου. Κακὰ δὲ τάδε ἀπεργάζονται ἀπὸ ἀτυχίης· φάρμακον δόντες ἄνω χολῆς ἢ φλέγματος, φλέβα ἐν τοῖσι στήθεσιν ἔῤῥηξαν ὑπὸ τοῦ ἐμέτου, οὐδὲν ἔχοντος πρόσθεν ἄλγημα ἐν τῷ στήθει φανερὸν, καὶ ἐγένετο νοῦσος· καὶ γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἄνω φάρμακον δόντες, κάτω ῥαγεῖσα ἡ κοιλίη ἐξέτρωσε τὸ ἔμβρυον· καὶ ἔμπυον θεραπεύοντι ἡ κοιλίη ῥυεῖσα διαφθείρει· καὶ ὀφθαλμοὺς θεραπεύοντι καὶ ὑπαλείψαντι ὀδύναι ἐνέπεσον ὀξύτεραι, κἢν οὕτω τύχῃ, ῥήγνυνται οἱ ὀφθαλμοὶ, καὶ ἀμαυροῦνται, καὶ αἰτιῶνται τὸν ἰητρὸν, ὅτι ὑπήλειψε· καὶ λεχοῖ ἐπὶ γαστρὸς ὀδύνῃ, ἢν δῷ τι ὁ ἰητρὸς, καὶ κακῶς σχῇ, ἢ καὶ ἀπόληται, ὁ ἰητρὸς αἴτιος. Σχεδὸν δὲ ὅσα ἀνάγκας ἔχει ὥστε γίνεσθαι ἐν τοῖσι νουσήμασι καὶ τρώμασι κακὰ ἐπὶ κακοῖσι, τὸν ἰητρὸν αἰτιῶνται τούτων γινομένων, καὶ τὴν ἀνάγκην τὴν τὰ τοιαῦτα ἀναγκάζουσαν γίνεσθαι οὐ γινώσκουσιν. Καὶ ἢν ἐπὶ πυρέσσοντι ἢ τρῶμα ἔχοντι, ἐσελθὼν καὶ προσενέγκας, τὸ πρῶτον μὴ ὠφελήσῃ, ἀλλὰ τῇ ὑστεραίῃ κάκιον ἔχῃ, τὸν ἰητρὸν αἰτιῶνται· ἢν δὲ ὠφελήσῃ, τοῦτο δὲ οὐχ ὁμαλῶς ἐπαινέουσι· χρεὼν γὰρ πεπονθέναι αὐτὸν δοκέουσι· τὰ δὲ ἕλκεα φλεγμαίνειν, καὶ ἐν τῇσι νούσοισιν ἔστιν ᾗσιν ὀδύνας γίνεσθαι, ταῦτα δὲ οὐ δοκέουσι χρεὼν εἶναι γίνεσθαι αὐτοῖσιν, οὐδὲ τὰ τοιάδε ὥστε γίνεσθαι· νεῦρον διακοπὲν μὴ ξυμφῦναι, μηδὲ κύστιν, μηδὲ ἔντερον, ἢν ᾖ τῶν λεπτῶν, μηδὲ φλέβα αἱμόῤῥοον, μηδὲ γνάθου τὸ λεπτὸν, μηδὲ τὸ ἐπὶ τοῦ αἰδοίου δέρμα.