Ancient Greek · ~6 min
Book 2
Hippocrates, De morbis i-iii 2.13
Not analysed yet
13. Ἄλλη νοῦσος· ἑλκέων καταπίμπλαται τὴν κεφαλὴν, καὶ τὰ σκέλεα οἰδίσκεται ὥσπερ ἀπὸ ὕδατος, καὶ ἐν τῇσι κνήμῃσιν ἐμπλάσσεται, καὶ ἢν πιέσῃς, ἡ χροιὴ ἰκτερώδης, καὶ ἐκφύει ἕλκεα ἄλλοτε ἄλλῃ, μάλιστα δὲ περὶ τὰς κνήμας, καὶ φαίνεται πονηρὰ προσιδέειν, ἀποφλεγμήναντα δὲ ταχέως ὑγιέα γίνονται, καὶ πυρετὸς ἄλλοτε καὶ ἄλλοτε λαμβάνει· ἡ δὲ κεφαλὴ ἀεὶ θερμὴ γίνεται, καὶ ἐκ τῶν ὤτων ὕδωρ ῥέει. Ὅταν οὕτως ἔχῃ, φάρμακόν οἱ δοῦναι, ὑφ’ οὗ φλέγμα καὶ χολὴ καθαρεῖται ἄνω· ἢν μὲν ψῦχος ἔῃ, προπυριήσας καὶ λούσας θερμῷ· ἔπειτα διαλείπων ἡμέρας τρεῖς τὴν κεφαλὴν καθῆραι· μετὰ δὲ κάτω φάρμακον πῖσαι· ἢν δὲ ὥρη ἔῃ, καὶ ὀῤῥὸν μεταπιέτω· εἰ δὲ μὴ, γάλα ὄνου· μετὰ δὲ τὰς καθάρσιας σιτίοισιν ὡς ἐλαχίστοισι χρήσθω καὶ διαχωρητικωτάτοισι, καὶ ἀλουτεέτω. Ἢν δὲ ἡ κεφαλὴ ἥλκωται, τρύγα κατακαίων οἰνηρὴν, σμῆγμα ποιέων, σύμμισγε τῆς βαλάνου τὸ ἔκλεμμα λεῖον τρίβων, λίτρον συμμίσγων ἴσον, ἀποσμήξας τούτοισι, λούσθω πολλῷ θερμῷ. Χριέσθω δὲ τὴν κεφαλὴν, δαφνίδας τρίψας καὶ κηκίδας καὶ σμύρναν καὶ λιβανωτὸν καὶ ἀργυρίου ἄνθος καὶ ὕειον ἄλειφα καὶ δάφνινον ἔλαιον· ταῦτα μίξας χρίειν. Τὸν δὲ μετὰ ταῦτα χρόνον ἐμέτοισι χρήσθω τρὶς τοῦ μηνὸς, καὶ γυμναζέσθω καὶ θερμολουτεέτω. Ἢν δέ σοι τάδε ποιέοντι ἐκ μὲν τοῦ ἄλλου σώματος ἡ νοῦσος ἐξεληλύθῃ, ἐν δὲ τῇ κεφαλῇ ἔτι ἕλκεά οἱ γίνηται, καθήρας τὴν κεφαλὴν αὖθις, φάρμακον κάτω μεταπῖσαι· ἔπειτα ξυρήσας τὴν κεφαλὴν, καταταμέειν τομὰς ἀραιὰς, καὶ ἐπὴν ἀποῤῥυῇ τὸ αἷμα, ἀνατρῖψαι· ἔπειτα εἴρια πινόεντα οἴνῳ ῥαίνων ἐπιδεῖν, καὶ ἐπὴν ἀπολύσῃς, περισπογγίζειν καὶ μὴ βρέχειν· ἔπειτα κυπάρισσον ἐπιπάσσειν ἐλαίῳ ὑποχρίων· τοῖσι δὲ εἰρίοισιν ἐπιδέσμοισι χρήσθω, ἔστ’ ἂν ὑγιὴς γένηται.