# De morbis i-iii 2.15

Hippocrates, De morbis i-iii, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-morbis-i-iii/2.15

15. Ἑτέρη νοῦσος· ἢν ὕδωρ ἐπὶ τῷ ἐγκεφάλῳ γένηται, ὀδύνη ὀξείη ἴσχει διὰ τοῦ βρέγματος καὶ τῶν κροτάφων ἄλλοτε ἄλλῃ, καὶ ῥῖγος καὶ πυρετὸς ἄλλοτε καὶ ἄλλοτε, καὶ τὰς χώρας τῶν ὀφθαλμῶν ἀλγέει, καὶ ἀμβλυώσσει, καὶ ἡ κόρη σχίζεται, καὶ δοκέει ἐκ τοῦ ἑνὸς δύο ὁρᾷν, καὶ ἢν ἀναστῇ, σκοτοδινίη μιν λαμβάνει, καὶ τὸν ἄνεμον οὐκ ἀνέχεται οὐδὲ τὸν ἥλιον, καὶ τὰ ὦτα τέτριγε, καὶ τῷ ψόφῳ ἄχθεται ἀκούων, καὶ ἐμέει σίελα καὶ λάπην, ἐνίοτε δὲ καὶ τὰ σιτία, καὶ τὸ δέρμα λεπτύνεται τῆς κεφαλῆς, καὶ ἥδεται ψαυόμενος. Ὅταν οὕτως ἔχῃ, πρῶτον μὲν δοῦναί οἱ πιέειν φάρμακον ἄνω, ὅ τι φλέγμα ἄξει, καὶ μετὰ τοῦτο τὴν κεφαλὴν καθῆραι· ἔπειτα διαλείπων φάρμακον πῖσαι κάτω· ἔπειτα σιτίοισιν ἀνακομίζειν αὐτὸν ὡς ὑποχωρητικωτάτοισιν, ὀλίγα ἀεὶ προστιθείς· ἐπὴν δὲ κατεσθίῃ ἤδη τὰ σιτία ἀρκοῦντα, ἐμέτοισι χρήσθω νῆστις, τῷ φακίῳ συμμίσγων μέλι καὶ ὄξος, λάχανα προτρώγων, καὶ τῇ ἡμέρῃ ταύτῃ ᾗ ἂν ἐμέσῃ, πρῶτον μὲν κυκεῶνα πινέτω λεπτόν· ἔπειτα ἐς ἑσπέρην σιτίοισιν ὀλίγοισι χρήσθω, καὶ ἀλουτεέτω καὶ περιπατείτω ἀπὸ τῶν σιτίων καὶ ὄρθρου, φυλασσόμενος τὸν ἄνεμον καὶ τὸν ἥλιον, καὶ πρὸς πῦρ μὴ προσιέτω. Καὶ ἢν μὲν τοιαῦτα ποιήσαντι ὑγιὴς γένηται· εἰ δὲ μὴ, προκαθήρας αὐτὸν ἄνω πρῶτον μὲν ἐλλεβόρῳ, ἔπειτα ἐς τὰς ῥῖνας ἐγχέαι φάρμακον, καὶ διαλιπὼν ὀλίγον χρόνον κάτω καθῆραι· ἔπειτα ἀνακομίσας σιτίοισιν, εἶτα καταταμὼν τὴν κεφαλὴν κατὰ τὸ ρέγμα, τρυπῆσαι πρὸς τὸν ἐγκέφαλον, καὶ ἰῆσθαι ὡς πρίσμα.

---

Hippocrates, De morbis i-iii, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg023.local001/.
