Ancient Greek · ~3 min
Book 2
Hippocrates, De morbis i-iii 2.2
Not analysed yet
2. Ἑτέρη νοῦσος· ἡ κεφαλὴ ἑλκέων καταπίμπλαται, καὶ τὸ σῶμα οἰδέει, καὶ ἡ χροιὴ ἰκτερώδης, καὶ ἄλλοτε ἄλλῃ τοῦ σώματος ἕλκεα ἐκφύει, καὶ πυρετὸς λαμβάνει ἄλλοτε καὶ ἄλλοτε, καὶ ἐκ τῶν ὤτων ὕδωρ ῥεῖ. Τούτῳ, ὅταν ἐν τῇ κεφαλῇ φλέγμα ὑπόχολον ἐντραφῇ, τὰ μὲν ἕλκεα γίνεται, ὅταν τὸ βρέγμα διάβροχον γένηται τῷ φλέγματι καὶ τῇ χολῇ, καὶ ἀραιὸν ἔῃ καὶ ἅλες τὸ φλέγμα καὶ ἡ χολή· ἵσταται γὰρ τοῦτο καὶ σήπεται καὶ ἑλκοῦται· ἐς δὲ τὰ ὦτα λεπτυνόμενον τὸ φλέγμα διαδιδοῖ. Ἐν δὲ τῷ ἄλλῳ σώματι τά τε ἕλκεα κατὰ τὸν αὐτὸν λόγον τοῖσιν ἐν τῇ κεφαλῇ γίνεται, συσσηπομένου τοῦ αἵματος καὶ τῆς χολῆς, ᾗ ἂν τύχῃ ἁλισθέντα· ταύτῃ γὰρ ἡ σὰρξ σήπεται καὶ ἑλκοῦται, καὶ προσκατασήπει τὸ ἐσελθὸν τοῦ φλέγματος καὶ τῆς χολῆς, καὶ γίνεται πῦον.