Ancient Greek · ~4 min
Book 2
Hippocrates, De morbis i-iii 2.22
Not analysed yet
22. Ἑτέρη νοῦσος· ἢν δὲ ἐκ θωρήξιος ἄφωνος γένηται, ἢν μὲν αὐτίκα δὴ καὶ παραχρῆμα λάβῃ μιν πυρετὸς, ὑγιὴς γίνεται· ἢν δὲ μὴ λάβῃ, τριταῖος ἀποθνήσκει. Ἢν δὲ μὴ οὕτως ἔχοντι ἐπιτύχῃς, λούειν πολλῷ καὶ θερμῷ, καὶ πρὸς τὴν κεφαλὴν σπόγγους ἐν ὕδατι βάπτων θερμῷ προστιθέναι, καὶ ἐς τὰς ῥῖνας κρόμμυα ἀπολέπων ἐντιθέναι. Οὗτος ἢν μὲν ἀνατείνας τοὺς ὀφθαλμοὺς καὶ φθεγξάμενος παρ’ ἑωυτῷ γένηται καὶ μὴ φλυηρῇ, τὴν μὲν ἡμέρην ταύτην κεῖται κωμαίνων, τῇ δ’ ὑστεραίῃ ὑγιὴς γίνεται· ἢν δ’ ἀνιστάμενος χολὴν ἐμέῃ, μαίνεται, καὶ ἀποθνήσκει μάλιστα ἐν πέντε ἡμέρῃσιν, ἢν μὴ κατακοιμηθῇ. Τοῦτον οὖν χρὴ τάδε ποιέειν· λούειν πολλῷ καὶ θερμῷ, ἔστ’ ἂν αὐτὸς ἐς ἑωυτὸν παρῇ· ἔπειτα ἀλείψας ἀλείφατι πολλῷ, κατακλῖναι ἐς στρώματα μαλθακῶς, καὶ ἐπιβάλλειν ἱμάτια, καὶ μήτε λύχνον καίειν παρ’ αὐτῷ, μήτε φθέγγεσθαι· ὡς γὰρ ἐπιτοπολὺ ἐκ τοῦ λουτροῦ κατακοιμᾶται, καὶ ἢν κοιμηθῇ, ὑγιὴς γίνεται. Ἐπὴν δὲ παρ’ ἑωυτὸν γένηται, τὰς πρώτας ἡμέρας τῶν σιτίων ἐρύκειν αὐτὸν, ἡμέρας τρεῖς ἢ τέσσαρας, διδόναι δὲ κέγχρον λεπτὸν ῥοφάνειν ἢ πτισάνης χυλὸν, καὶ οἶνον μελιτοειδέα πίνειν· ἔπειτα σιτίοισι χρῆσθαι ὡς μαλθακωτάτοισι καὶ ὀλίγοισι τὸ πρῶτον.