# De morbis i-iii 2.27

Hippocrates, De morbis i-iii, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-morbis-i-iii/2.27

27. Ἑτέρη κυνάγχη· πυρετὸς καὶ ὀδύνη λαμβάνει τὴν κεφαλὴν, καὶ ἡ φάρυγξ φλεγμαίνει καὶ τὰ σιηγόνια, καὶ τὸ σίαλον καταπίνειν οὐ δύναται, πτύει δὲ παχὺ καὶ πολλὸν, καὶ φθέγγεται χαλεπῶς. Ὅταν οὕτως ἔχῃ, πρῶτον μὲν σικύην προσβάλλειν τὸν αὐτὸν τρόπον ὥσπερ καὶ ἄνωθεν εἴπομεν· ἔπειτα προσίσχειν σπόγγον βρέχων ἐν ὕδατι θερμῷ πρὸς τὸν τράχηλον καὶ τὰ σιηγόνια· ἀναγαργαρίζειν δὲ διδόναι τὸ ἀπὸ τῶν φύλλων εἱληθερές· πίνειν δὲ διδόναι μελίκρητον ὑδαρές· ῥοφάνειν δὲ ἀναγκάζειν τὸν χυλὸν τῆς πτισάνης. Ἢν δέ οἱ ταῦτα ποιέοντι τὸ σίαλον μὴ ἐξίῃ, πυριᾷν τὸν αὐτὸν τρόπον ὥσπερ ἐν τῇ πρόσθεν. Ἢν δέ οἱ ἐς τὰ στήθεα τράπηται ἢ ἐς τὸν τράχηλον τὸ φλέγμα, τεῦτλα ἢ κολοκύντας καταταμὼν, ἐμβαλὼν ἐς ὕδωρ ψυχρὸν ἐπιτιθέσθω, καὶ πινέτω ψυχρὸν, ὅκως τὸ σίαλον εὐπετέστερον ἀποχρέμπτηται· ὅταν δὲ ἐξοιδήσῃ ἐς τὰ στήθεα, οἱ πλέονες ἐκφεύγουσιν. Ἢν δὲ, τῆς φάρυγγος καθεστηκυίης καὶ τῶν οἰδημάτων, στραφῇ ἐς τὸν πλεύμονα ἡ νοῦσος, πυρετὸς εὐθὺς ἐπανέλαβε, καὶ ὀδύνη τοῦ πλευροῦ, καὶ ὡς ἐπιτοπολὺ ἀπέθανε, ἐπὴν τοῦτο γένηται· ἢν δὲ ὑπερφύγῃ ἡμέρας πέντε, ἔμπυος γίνεται, ἢν μή μιν βὴξ ἐπιλάβῃ αὐτίκα· ἢν δὲ ἐπιλάβῃ, ὑποχρεμψάμενος καὶ ἀποκαθαρθεὶς, ὑγιὴς γίνεται. Τοῦτον, ἔστ’ ἂν μὲν ἡ ὀδύνη τὸ πλευρὸν ἔχῃ, χλιαίνειν τὸ πλευρὸν, καὶ προσφέρειν ὅσα περ εἰ περιπλευμονίῃ ἔχοιτο· ἢν δὲ ὑπερφύγῃ τὰς πέντε ἡμέρας καὶ ὁ πυρετὸς ἀνῇ, ἡ δὲ βὴξ ἔχῃ, τὰς μὲν πρώτας ἡμέρας ῥοφήμασι διαχρῆσθαι· ἐπὴν δὲ τῶν σιτίων ἄρξηται, ὡς λιπαρώτατα καὶ ἁλυκώτατα ἐσθίειν· ἢν δέ τοι βὴξ μὴ ἔῃ, ἀλλὰ γινώσκῃς ἔμπυον γινόμενον, δειπνήσας, ἐπὴν μέλλῃ καθεύδειν, σκόροδα ἐσθιέτω ὠμὰ ὡς πλεῖστα, καὶ ἐπιπινέτω οἶνον οἰνώδεα ἀκρητέστερον· καὶ ἢν μὲν οὕτως οἱ ῥαγῇ τὸ πῦον· ἢν δὲ μὴ, τῇ ὑστεραίῃ λούσας θερμῷ θυμιάσαι, καὶ ἢν ῥαγῇ, ἰῆσθαι ὥσπερ ἔμπυον.

---

Hippocrates, De morbis i-iii, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg023.local001/.
