Ancient Greek · ~4 min
Book 2
Hippocrates, De morbis i-iii 2.28
Not analysed yet
28. Ἑτέρη κυνάγχη· φλεγμαίνει τοὔπισθεν τῆς γλώσσης καὶ τὸ κλῇθρον τὸ ὑπὸ τὸν βρόγχον, καὶ οὐ δύναται καταπίνειν τὸ σίαλον, οὐδ’ ἄλλο οὐδὲν· ἢν δ’ ἀναγκασθῇ, διὰ τῶν ῥινῶν οἱ ῥέει. Ὅταν οὕτως ἔχῃ, τρίψας μίνθην χλωρὴν καὶ σέλινον καὶ ὀρίγανον καὶ λίτρον καὶ τῆς ῥόου τῆς ἐρυθρῆς, μέλιτι διεὶς, παχὺ ποιέων, ἐγχρίειν τὴν γλῶσσαν ἔσωθεν ᾗ ἂν οἰδέῃ· ἔπειτα ἀναζέσας σῦκα, ἀποχέας τὸ ὕδωρ, τρίψας τῆς ῥόου, ὀλίγην διῆναι τῷ συκίῳ τούτῳ, καὶ ἀναγαργαρίζειν, ἐὰν δύνηται· ἢν δὲ μὴ, διακλύζεσθαι· πίνειν δὲ διδόναι τὸ ἀπὸ τῶν κρίμνων ὕδωρ· ἔξωθεν δὲ τὸν αὐχένα καὶ τὰ σιηγόνια καταπλάσσειν ἀλήτῳ, ἐν οἴνῳ καὶ ἐλαίῳ ἕψοντα, χλιαρῷ, καὶ ἄρτους προστιθέναι θερμούς. Ἀποπυΐσκεται γὰρ ὡς τὰ πολλὰ ἐν τῷ κλήθρῳ, καὶ ἢν μὲν ῥαγῇ αὐτόματον, ὑγιὴς γίνεται· ἢν δὲ μὴ ῥηγνύηται, ψηλαφήσας τῷ δακτύλῳ ἢν μαλθακὸν ἔῃ, σιδήριον ὀξὺ προσδησάμενος πρὸς τὸν δάκτυλον τρῆσαι. Ταῦτα ποιήσαντι ὑγιέες γίνονται· ἡ δὲ νοῦσος αὕτη ἥκιστά ἐστι θανατώδης.