Ancient Greek · ~2 min
Book 2
Hippocrates, De morbis i-iii 2.34
Not analysed yet
34. Ἕτερος πώλυπος· ἐμπίπλαται ἡ ῥὶς κρέασι, καὶ ψαυόμενον τὸ κρέας σκληρὸν φαίνεται, καὶ διαπνεῖν οὐ δύναται διὰ τῆς ῥινός. Ὅταν οὕτως ἔχῃ, ἐνθέντα χρὴ σύριγγα καῦσαι σιδηρίοισιν ἢ τρισὶν ἢ τέσσαρσιν· ἐπὴν δὲ καύσῃς, ἐμβάλλειν τοῦ ἑλλεβόρου τοῦ μέλανος τρίψας, καὶ ἐπὴν ἐκσαπῇ καὶ ἐκπέσῃ τὸ κρέας, μοτοὺς τοὺς λινέους χρίων τῷ μέλιτι ἐπιτίθει σὺν τῷ ἄνθει· ἐπὴν δὲ ἀλθαίνηται, τοὺς μολίβδους χρίων τῷ μέλιτι ἐστίθει, ἄχρις ἂν ὑγιὴς γένηται.