Ancient Greek · ~2 min
Book 2
Hippocrates, De morbis i-iii 2.36
Not analysed yet
36. Ἕτερος πώλυπος· ἔσωθεν παρὰ τὸν χόνδρον ἀπό τευ σκληρὸν φύεται, καὶ δοκέει μὲν εἶναι κρέας· ἢν δὲ ψαύσῃς αὐτοῦ, ψοφέει οἷον λίθος. Ὅταν οὕτως ἔχῃ, σχίσαντα τὴν ῥῖνα σμίλῃ ἐκκαθῆραι, ἔπειτα ἐπικαῦσαι· τοῦτο δὲ ποιήσας, συῤῥάψαι πάλιν τὴν ῥῖνα, καὶ ἰῆσθαι τὸ ἕλκος τῷ χρίσματι ἐναλείφων, ῥάκος ἐντιθέναι, καὶ ἐπὴν περισαπῇ, ἐγχρίειν τὸ ἄνθος τὸ ἐν τῷ μέλιτι· ἀλθίσκειν δὲ τῷ μολύβδῳ.