Ancient Greek · ~4 min
Book 2
Hippocrates, De morbis i-iii 2.41
Not analysed yet
41. Ἄλλος πυρετός· ἔξωθεν ἀφασσόμενος ἐστὶ βληχρὸς, ἔσωθεν δὲ καίεται, καὶ ἡ γλῶσσα αὐτοῦ τρηχείη, καὶ πνεῖ διὰ τῶν ῥινῶν καὶ τοῦ στόματος θερμόν· ὅταν δὲ πεμπταῖος γένηται, τὰ ὑποχόνδρια σκληρὰ, καὶ ὀδύνη ἔνεστι, καὶ ἡ χροιὴ οἷον ὑπὸ ἰκτέρου ἐχομένου φαίνεται, καὶ οὐρέει παχὺ καὶ χολῶδες. Τοῦτον ἢν μὲν ἑβδομαῖον ὄντα ῥῖγος λάβῃ καὶ πυρετὸς ἰσχυρὸς καὶ ἐξιδρώσῃ· ἢν δὲ μὴ, ἀποθνήσκει ἑβδομαῖος ἢ ἐνναταῖος· λαμβάνει δὲ μάλιστα, ἢν μὴ τὸ ἔτος αὐχμηρὸν γένηται, αὕτη ἡ νοῦσος. Ὅταν οὕτως ἔχῃ, λούειν θερμῷ ἑκάστης ἡμέρης, καὶ πίνειν διδόναι μελίκρητον ὑδαρὲς πολλὸν, καὶ ῥοφάνειν τὸν χυλὸν τῆς πτισάνης ψυχρὸν δὶς τῆς ἡμέρης· ἐπὶ δὲ τῷ ῥοφήματι πίνειν οἶνον ὑδαρέα, λευκὸν, ὀλίγον· ἢν δὲ ἡ γαστὴρ μὴ ὑποχωρέῃ, ὑποκλύσαι, ἢ βάλανον προσθεῖναι· σιτίον δὲ μὴ προσφέρειν, ἕως ἂν ὁ πυρετὸς ἀνῇ· ἐπὴν δὲ παύσηται, φάρμακον πῖσαι κάτω· ὑποστρέφει γὰρ ἔστιν ὅτε ἡ νοῦσος, ἢν ἀκάθαρτος διαφέρηται. Ἡ νοῦσος αὕτη λαμβάνει, ἢν ὑπερχολήσῃ τὸ αἷμα.