Ancient Greek · ~9 min
Book 2
Hippocrates, De morbis i-iii 2.55
Not analysed yet
55. Ἐρυσίπελας ἐν πλεύμονι· ἢν ἐρυσίπελας ἐν πλεύμονι γένηται, βὴξ ἔχει, καὶ τὸ σίαλον ἀποπτύει πουλὺ καὶ ὑγρὸν, οἷον ἀπὸ βράγχου, ἔστι δὲ οὐχ αἱματῶδες, καὶ ὀδύνη ἴσχει τὸ μετάφρενον καὶ τοὺς κενεῶνας καὶ τὰς λαπάρας, καὶ τὰ σπλάγχνα μύζει, καὶ ἐμέει λάπην καὶ οἷον ὄξος, καὶ τοὺς ὀδόντας αἱμωδιᾷ, καὶ πυρετὸς καὶ ῥῖγος καὶ δίψα λαμβάνει, καὶ ὅταν τι φάγῃ, ἐπὶ τοῖσι σπλάγχνοισι μύζει, καὶ ἐρεύγεται ὀξὺ, καὶ ἡ κοιλίη τρίζει, καὶ τὸ σῶμα ναρκᾷ, καὶ ὅταν ἐμέσῃ, δοκέει ῥᾴων εἶναι· ὅταν δὲ μὴ ἐμέσῃ, ἀπιούσης τῆς ἡμέρης, στρόφος καὶ ὀδύνη ἐγγίνεται ἐν τῇ γαστρὶ, καὶ ἀπόπατος ὑγρὸς γενόμενος διεχώρησεν. Ἡ δὲ νοῦσος μάλιστα γίνεται ἐκ θωρηξίων καὶ ἐκ κρεηφαγιέων καὶ ἐξ ὕδατος μεταβολῆς· ἴσχει δὲ καὶ ἄλλως. Τοῦτον φάρμακον πιπίσκειν κάτῳ, καὶ μεταπιπίσκειν γάλα ὄνου, ἢν μὴ σπληνώδης ᾖ, φύσει· ἢν δὲ σπληνώδης ᾖ, μὴ καθαίρειν μήτε χυλοῖσι μήτε γάλακτι μήτε ὀῤῥῷ, ἀλλ’ ὅ τι ὀλίγον ἐσελθὸν πολὺ ἐξάξει· ὑποκλύζειν δὲ τὰς κοιλίας, καὶ βαλάνους προστιθέναι, ἢν μὴ ἡ κοιλίη ὑποχωρέῃ, ἐν πάσῃσι τῇσι νούσοισι, καὶ ψυχρολουτέειν ἐν ταύτῃ τῇ νούσῳ, καὶ γυμνάζεσθαι, ὅταν οἱ πυρετοὶ ἀνῶσι καὶ δοκέῃ ἐπιεικέως ἔχειν τοῦ σώματος· καὶ τοῦ ἦρος καὶ τοῦ μετοπώρου ἔμετον ποιέειν· σκορόδων δὲ κεφαλὰς τρεῖς καὶ ὀριγάνου δραχμίδα ὅσην τρισὶ δακτύλοισι περιλαβεῖν, ἑψεῖν ἐπιχέαντα δύο, κοτύλας οἴνου γλυκέος καὶ κοτύλην ὄξεος ὡς ὀξυτάτου καὶ μέλιτος ὅσον τεταρτημόριον, ἑψεῖν δὲ ἕως ἂν ἡ τρίτη μοῖρα λειφθῇ· κἄπειτα γυμνάσας τὸν ἄνθρωπον καὶ λούσας ὕδατι χλιαρῷ πῖσαι θερμὸν, καὶ πιπίσκειν φάκιον, μέλι, καὶ ὄξος συμμίσγων, ἔστ’ ἂν ἐμπλησθῇ· ἔπειτα ἐμεέτω, καὶ τὴν ἡμέρην ταύτην πιὼν ἄλφιτον καὶ ὕδωρ ἐκνηστευέτω· ἐς ἑσπέρην. δὲ τεῦτλον φαγέτω καὶ μάζης σμικρὸν, καὶ πινέτω οἶνον ὑδαρέα· ἀνὰ δὲ τὸν ἄλλον χρόνον ἐμεέτω τοῖσι φακίοισι καὶ ἀπὸ σιτίων. Καὶ ἢν ἀφίστηται ἡ ὀδύνη ὑπὸ τὰς ὠμοπλάτας, σικύην προσβάλλειν, καὶ τὰς φλέβας ἀποτύψαι τὰς ἐν τῇσι χερσί· σιτίοισι δὲ χρῆσθαι ἀνάλτοισι καὶ μὴ λιπαροῖσι μηδὲ πίοσι· δριμέα δὲ καὶ ὀξέα ἐσθιέτω καὶ ψυχρὰ πάντα, καὶ περιπάτοισι χρήσθω. Ταῦτα ποιέων ἄριστα ἂν διαιτῷτο, καὶ διὰ πλείστου χρόνου ἡ νοῦσος γίνοιτο· ἔστι δὲ οὐ θανατώδης, ἀλλ’ ἀπογηράσκοντας ἀπολείπει. Εἰ δὲ βούλοιο νεώτερον ἐόντα θᾶσσον ἀπαλλάξαι τῆς νούσου, καθήρας αὐτὸν, καῦσον τά τε στήθεα καὶ τὸ μετάφρενον.