Ancient Greek · ~5 min
Book 2
Hippocrates, De morbis i-iii 2.57
Not analysed yet
57. Φῦμα ἐν τῷ πλεύμονι· ἐπὴν φῦμα φυῇ ἐν τῷ πλεύμονι, βὴξ ἔχει καὶ ὀρθοπνοίη καὶ ὀδύνη ἐς τὸ στῆθος ὀξέη καὶ ἐς τὰ πλευρὰ, καὶ ἕως μὲν τῶν τεσσαρεσκαίδεκα ἡμερῶν πάσχει· τοῖσι γὰρ πλείστοισι τοσαύτας ἡμέρας μάλιστα φλεγμαίνει τὸ πάθος τοῦ φύματος· καὶ τὴν κεφαλὴν διαλγέει καὶ τὰ βλέφαρα, καὶ ὁρᾷν οὐ δύναται, καὶ τὸ σῶμα ὑπόπυῤῥον γίνεται καὶ φῴδων ἐμπίπλαται. Τοῦτον λούειν πολλῷ θερμῷ, καὶ μελίκρητον διδόναι πίνειν ὑδαρὲς, καὶ τῆς πτισάνης τὸν χυλὸν ῥοφάνειν, καὶ οἶνον ὑδαρέα ἐπιπίνειν· ἢν δὲ ἡ ὀδύνη πιέζῃ, χλιαίνειν· ἐπὴν δὲ παύσηται, σιτίοισιν ὡς μαλθακωτάτοισι χρῆσθαι. Ἢν δὲ ἀπηλλαγμένον τῆς νούσου δυσπνοίη λαμβάνῃ, ἐπὴν πρὸς ὀρθὸν χωρίον ἴῃ ἢ σπεύσῃ πη ἄλλως, φάρμακον διδόναι, ὑφ’ οὗ ἡ κοιλίη ἡ κάτω μὴ κινήσεται· καὶ ἢν ἅμα τῷ ἐμέσματι πῦον ἕπηται, ἢν μὲν τὸ πῦον ᾖ λευκὸν καὶ ἶνες ἐν αὐτῷ ὕφαιμοι ἔωσιν, ἐκφυγγάνει· ἢν δὲ πελιδνὸν καὶ χλωρὸν καὶ κάκοδμον, ἀποθνήσκει. Καθαίρονται δὲ ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀφ’ ἧς ἂν ῥαγῇ, πολλοῖσι δὲ καὶ ἐνιαυσίη γίνεται ἡ νοῦσος· ποιέειν δὲ χρὴ τοῦτον ἅπερ τὸν ἔμπυον. Ἢν δὲ μὴ ῥαγῇ, ἐνίοισι γὰρ τῷ χρόνῳ ἀφίσταται ὡς τὸ πλευρὸν καὶ ἐξοιδίσκεται, τοῦτον χρὴ, ἢν τοιοῦτο γένηται, τάμνειν ἢ καίειν.