# De morbis i-iii 2.61

Hippocrates, De morbis i-iii, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-morbis-i-iii/2.61

61. Ὕδερος πλεύμονος· ἢν ὕδερος ἐν τῷ πλεύμονι γένηται, πυρετὸς καὶ βὴξ ἴσχει, καὶ ἀναπνέει ἀθρόον, καὶ οἱ πόδες οἰδέουσι, καὶ οἱ ὄνυχες ἕλκονται πάντες, καὶ πάσχει οἷά περ ἔμπυος γενόμενος, βληχρότερον δὲ καὶ πολυχρονιώτερον· καὶ ἢν ἐγχέῃς ἢ πυριᾷς ἢ θυμιᾷς, οὐχ ὁμαρτέει πῦον· τούτῳ ἂν γνοίης ὅτι οὐ πῦον, ἀλλὰ ὕδωρ ἐστί· καὶ ἢν πολλὸν χρόνον προσέχων τὸ οὖς ἀκουάζῃ πρὸς τὰ πλευρὰ, ζέει ἔσωθεν οἷον ὄξος. Καὶ ἕως μέν τινος ταῦτα πάσχει, ἔπειτα δὲ ῥήγνυται πρὸς τὴν κοιλίην· καὶ αὐτίκα μὲν δοκέει ὑγιὴς εἶναι καὶ τῆς νούσου ἀπηλλάχθαι, τῷ δὲ χρόνῳ ἡ κοιλίη ἐμπίπραται, καὶ τά τε αὐτὰ κεῖνα πάσχει καὶ μᾶλλον· ἔνιοι δὲ καὶ οἰδίσκονται τὴν γαστέρα καὶ τὴν ὄσχην καὶ τὸ πρόσωπον, καὶ ἔνιοι δοκέουσιν εἶναι ἀπὸ τῆς κοιλίης τῆς κάτω, ὁρῶντες τὴν γαστέρα μεγάλην καὶ τοὺς πόδας οἰδέοντας· οἰδίσκεται δὲ ταῦτα, ἢν ὑπερβάλῃς τὸν καιρὸν τῆς τομῆς. Τοῦτον χρὴ, ἢν μὲν ἀποιδήσῃ ἔξω, ταμόντα διὰ τῶν πλευρέων ἰῆσθαι· ἢν δὲ μὴ ἀποιδέῃ, λούσαντα πολλῷ θερμῷ, καθίσαι ὥσπερ τοὺς ἐμπύους, καὶ ὅπη ἂν ψοφέῃ, ταύτῃ τάμνειν· βούλεσθαι δὲ ὡς κατωτάτω, ὅκως τοι εὔροον ἔῃ. Ἐπὴν δὲ τάμῃς, μοτοῦν ὠμολίνῳ, παχὺν καὶ ἔπακρον ποιήσας τὸν μοτὸν, καὶ ἀφιέναι τοῦ ὕδατος φειδόμενος ὡς ἐλάχιστα. Καὶ ἢν μέν σοι ἐν τῷ μοτῷ πῦον περιγένηται πεμπταίῳ ἐόντι ἢ ἑκταίῳ, ὡς τὰ πολλὰ ἐκφυγγάνει· ἢν δὲ μὴ περιγένηται, ἐπὴν ἐξεράσῃς τὸ ὕδωρ, δίψα ἐπιλαμβάνει καὶ βήξ, καὶ ἀποθνήσκει.

---

Hippocrates, De morbis i-iii, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg023.local001/.
