Ancient Greek · ~5 min
Book 2
Hippocrates, De morbis i-iii 2.69
Not analysed yet
69. Νοῦσος ἐρυγματώδης· ὀδύνη λάζεται ὀξέη, καὶ πονέει ἰσχυρῶς, καὶ ῥιπτάζει αὐτὸς ἑωυτὸν, καὶ βοᾷ, καὶ ἐρεύγεται θαμινὰ, καὶ ἐπὴν ἀπερύγῃ, δοκέει ῥᾴων εἶναι· πολλάκις δὲ καὶ χολὴν ἀπεμέει ὀλίγην ὅσον βρόχθον· καὶ ὀδύνη λαμβάνει ἀπὸ τῶν σπλάγχνων ἐς τὴν νειαίρην γαστέρα καὶ τὴν λαπάρην, καὶ ἐπὴν τοῦτο γένηται, ῥᾴων δοκέει εἶναι, καὶ ἡ γαστὴρ φυσᾶται καὶ σκληρὴ γίνεται καὶ ψοφέει, καὶ ἡ φῦσα οὐ διαχωρέει οὐδὲ ὁ ἀπόπατος. Τοῦτον ἢν ὀδύνη ἔχῃ, λούειν πολλῷ θερμῷ, καὶ χλιάσματα προστιθέναι· ὅταν δὲ ἐν τῇ γαστρὶ ἡ ὀδύνη ᾖ καὶ ἡ φῦσα, ὑποκλύζειν, καὶ τῆς λινοζώστιος ἑψῶν τὸν χυλὸν ξυμμίσγειν τῆς πτισάνης τῷ χυλῷ, καὶ ἐπιπίνειν οἶνον γλυκὺν ὑδαρέα· σιτίον δὲ μὴ προσφέρειν ἔστ’ ἂν ἡ ὀδύνη χαλάσῃ· πινέτω δὲ ἓξ ἡμέρας, ἐκ νυκτὸς στέμφυλα βρέχων γλυκέα, τὸ ὕδωρ τὸ ἀπὸ τούτων· ἢν δὲ μὴ ἔχῃ στέμφυλα, μέλι καὶ ὄξος ἑφθόν· ἐπὴν δὲ τῆς ὀδύνης ἀποκινήσῃ, φαρμάκῳ κάτω τὴν κοιλίην καθαίρειν· σιτίοισι δὲ χρήσθω μαλθακοῖσι καὶ ὑποχωρητικοῖσι, καὶ θαλασσίοισι μᾶλλον ἢ κρέασι, κρέασι δὲ ὀρνιθείοισι καὶ μηλείοισιν ἑφθοῖσι, καὶ τεῦτλα καὶ κολοκύνθην, τῶν δ’ ἄλλων ἀπέχεσθαι. Ἡ δὲ νοῦσος ὅταν μὲν νέον λάβῃ, χρόνῳ ἐξέρχεται· ἢν δὲ πρεσβύτερον, συναποθνήσκει.