Ancient Greek · ~3 min
Book 2
Hippocrates, De morbis i-iii 2.72
Not analysed yet
72. Φροντὶς νοῦσος χαλεπή· δοκέει ἐν τοῖσι σπλάγχνοισιν εἶναι οἷον ἄκανθα καὶ κεντέειν, καὶ ἄση αὐτὸν λάζεται, καὶ τὸ φῶς φεύγει καὶ τοὺς ἀνθρώπους, καὶ τὸ σκότος φιλέει, καὶ φόβος λάζυται, καὶ αἱ φρένες οἰδέουσιν ἐκτὸς, καὶ ἀλγέει ψαυόμενος, καὶ φοβεῖται, καὶ δείματα ὁρᾷ καὶ ὀνείρατα φοβερὰ καὶ τοὺς τεθνηκότας ἐνίοτε· καὶ ἡ νοῦσος ἐνίοτε τοὺς πλείστους λαμβάνει τοῦ ἦρος. Τοῦτον πιπίσκειν ἑλλέβορον, καὶ τὴν κεφαλὴν καθαίρειν, καὶ μετὰ τὴν κάθαρσιν τῆς κεφαλῆς κάτω πῖσαι φάρμακον, καὶ μετὰ ταῦτα πίνειν γάλα ὄνου· σιτίοισι δὲ χρῆσθαι ὡς ἐλαχίστοισιν, ἢν μὴ ἀσθενὴς ᾖ, καὶ ψυχροῖσι καὶ διαχωρητικοῖσι καὶ μὴ δριμέσι μηδ’ ἁλμυροῖσι μηδὲ λιπαροῖσι μηδὲ γλυκέσι· μηδὲ θερμῷ λούσθω, μηδὲ οἶνον πινέτω, ἀλλὰ μάλιστα μὲν ὕδωρ· εἰ δὲ μὴ, οἶνον ὑδαρέα· μηδὲ γυμναζέσθω, μηδὲ περιπατείτω. Ταῦτα ποιέων ἀπαλλάσσεται τῆς νούσου χρόνῳ· ἢν δὲ μὴ ἐπιμελήσῃ, ξυναποθνήσκει.