# De morbis i-iii 3.14

Hippocrates, De morbis i-iii, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-morbis-i-iii/3.14

14. Εἰλεοί· εἰλεοὶ δὲ γίνονται τῆς μὲν ἄνω κοιλίης θερμαινομένης, τῆς δὲ κάτω ψυχομένης· ξυναυαίνεται γὰρ τὸ ἔντερον, καὶ ξυμπιλέεται ὑπὸ τῆς φλεγμασίης, ὥστε μήτε τὸ πνεῦμα μήτε τὰς τροφὰς διεξιέναι, ἀλλὰ τὴν γαστέρα σκληρὴν εἶναι, καὶ ἐμέειν ἐνίοτε, πρῶτον μὲν φλεγματώδεα, ἔπειτα δὲ χολώδεα, τελευτῶν δὲ κόπρον· καὶ δίψαν ἔχει, καὶ ὀδύνη ἔχει μάλιστα μὲν περὶ τὰ ὑποχόνδρια, ἀλγέει δὲ καὶ πᾶσαν τὴν γαστέρα, καὶ πεφύσηται, καὶ λύζει, καὶ πυρετοὶ ἐπιλαμβάνουσιν. Γίνεται δὲ μάλιστα μετοπώρου· ἀποθνήσκει δὲ μάλιστα ἑβδομαῖος. Τούτους ὧδε χρὴ θεραπεύειν· καθᾶραι τὴν ἄνω κοιλίην ὡς τάχιστα, καὶ αἷμα ἀφαιρέειν ἀπὸ τῆς κεφαλῆς καὶ τῶν ἀγκώνων, ἵνα παύσηται ἡ ἄνω κοιλίη θερμαινομένη, καὶ ψύχειν τὰ ἄνω τῶν φρενῶν πλὴν τῆς καρδίης· τὰ δὲ κάτω θερμαίνειν ἐν σκάφῃ ὕδατος θερμοῦ καθίζων τὸν ἄνθρωπον καὶ ἀλείφων αἰεὶ, καὶ χλιάσματα ὑγρὰ προστιθέναι· καὶ βάλανον μέλιτος μόνου ποιέων ὡς δεκαδάκτυλον, ἐξ ἄκρου χολὴν ταύρου ἐς τὸ πρόσθεν ἐπιπλάσσων, πρόσθες καὶ δὶς καὶ τρὶς, ἕως πάντα τὰ ξυγκεκαυμένα περὶ τὸν ἀρχὸν ἐξαγάγῃς τῆς κόπρου. Κἢν μὲν οὕτως ὑπακούῃ, κλύζειν ἐπὶ τούτοισιν· ἢν δὲ μὴ, φῦσαν λαβὼν χαλκευτικὴν, ἐσιέναι φῦσαν ἐς τὴν κοιλίην, ἷνα διαστήσῃς τήν τε κοιλίην καὶ τὴν τοῦ ἐντέρου σύστασιν· εἶτα πάλιν ἐξελὼν τὴν φῦσαν κλύσαι εὐθύς· ἕτοιμον δ’ ἔστω τὸ κλύσμα, μὴ πάνυ τῶν θερμαντικῶν, ἀλλὰ τῶν διαλυόντων τὰς κόπρους καὶ τηκόντων· εἶτα βύσας τὴν ἕδρην σπόγγῳ, καθήσθω ἐν ὕδατι θερμῷ κατέχων τὸ κλύσμα, καὶ ἢν δέξηται τὸ κλύσμα καὶ πάλιν μεθῇ, ὑγιὴς γίνεται. Ἐν δὲ τῷ πρόσθεν χρόνῳ μέλι τε ὡς κάλλιστον λειχέτω, καὶ οἶνον αὐτίτην πινέτω εὔζωρον. Ἢν δὲ τοῦ εἰλεοῦ ἀφέντος πυρετὸς αὐτὸν ἐπιλάβῃ, ἀνέλπιστος· ἴσως γὰρ καὶ ἡ κάτω κοιλίη λυθεῖσα συναποκτείνειεν ἄν.

---

Hippocrates, De morbis i-iii, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg023.local001/.
