Ancient Greek · ~11 min
Book 4
Hippocrates, De morbis i-iii 4.34.1
Not analysed yet
34. Ἔχει γὰρ ὧδε ἡ γῆ ἐν ἑωυτῇ δυνάμιας παντοίας καὶ ἀναρίθμους. Ὁκόσα γὰρ ἐν αὐτῇ φύεται, πᾶσιν ἰκμάδα παρέχει ὁμοίην ἑκάστῳ, οἷον καὶ αὐτὸ τὸ φυόμενον αὐτῷ ὁμοίην κατὰ ξυγγενὲς ἔχει, καὶ ἕλκει ἕκαστον ἀπὸ τῆς γῆς τροφὴν, οἷόν περ καὶ αὐτό ἐστι· τό τε γὰρ ῥόδον ἕλκει ἀπὸ τῆς γῆς ἰκμάδα τοιαύτην, οἷόν περ καὶ αὐτὸ δυνάμει ἐστὶ, καὶ τὸ σκόροδον ἕλκει ἀπὸ τῆς γῆς ἰκμάδα τοιαύτην, οἷόν περ καὶ αὐτὸ δυνάμει ἐστὶ, καὶ τἄλλα πάντα τὰ φυόμενα ἕλκει ἐκ τῆς γῆς καθ’ ἑωυτὸ ἕκαστον· εἰ γὰρ μὴ τοῦτο οὕτως εἶχεν, οὐκ ἂν ἐγένετο τὰ φυόμενα ὅμοια τοῖσι σπέρμασιν. Ὅτῳ δὲ τῶν φυομένων ἐν τῇ γῇ ἰκμὰς κατὰ συγγένειαν τοῦ δέοντος πολλῷ πλέων ἐστὶ, νοσέει ἐκεῖνο τὸ φυτόν· ὅτῳ δὲ ἐλάσσων τοῦ καιροῦ, ἐκεῖνο αὐαίνεται. Ἢν δὲ ἐξ ἀρχῆς μὴ ἐνῇ ἰκμὰς τῷ φυτῷ, ἢν ἕλκει κατὰ τὸ συγγενὲς, οὐδ’ ἂν βλαστῆσαι δύναιτο· παρέχει δὲ νοηθῆναι ὅτι, εἰ μὴ ἔχει ἰκμάδα κατὰ φύσιν τὸ φυτὸν, οὐ βλαστάνει τὴν ἀρχήν· ἡ γὰρ Ἰωνίη χώρη καὶ ἡ Πελοπόννησος τοῦ ἡλίου καὶ τῶν ὡρέων οὐ κάκιστα κέεται, ὥστε δύνασθαι ἐξαρκέειν τοῖσι φυομένοισι τὸν ἥλιον· ἀλλ’ ὅμως οὐ δυνατὸν, πολλῶν ἤδη πειρασαμένων, οὔτε ἐν Ἰωνίῃ οὔτε ἐν Πελοποννήσῳ σίλφιον φῦναι· ἐν δὲ τῇ Λιβύῃ αὐτόματον φύεται· οὐ γάρ ἐστιν οὔτε ἐν Ἰωνίῃ οὔτε ἐν Πελοποννήσῳ ἰκμὰς τοιαύτη, ὥστε τρέφειν αὐτό. Ὅτι δὲ πολλὰ καὶ ἄλλα, ὅσα τοῦ ἡλίου ἐξαρκέοντος αἱ χῶραι οὐ δύνανται τῶν θεραπευμάτων τρέφειν, ἄλλαι δὲ φύουσιν αὐτόμαται, παρέχει καὶ τοῦτο σκέψασθαι ὃ μέλλω ἐρέειν, ὁκόσον χῶρος χώρου κάρτα πλησιάζων διαφέρει ἐς τὴν ἡδυοινίην τοῦ ἡλίου ὁμοίως ἐξαρκέοντος· ἔνθα μὲν γὰρ τῆς γῆς ἰκμάς ἐστιν ἥτις τὸν οἶνον ἡδὺν παρέξει, ἔνθα δὲ οὔ. Ἔστι δὲ καὶ ἄγρια φυόμενα ἐν χωρίῳ οὐκ ὀλίγα, μεταρθέντα δὲ ὁκόσον ὀργυιὴν, οὐκ ἂν εὕροις ἔτι φυόμενα· οὐ γὰρ ἔχει ἡ γῆ μεταρθέντι τοιαύτην ἰκμάδα οἵην τοῖσιν ἀγρίοισι φυτοῖσιν ἐκείνη παρέσχεν. Ἐστὶ γὰρ αὐτοῖσι τὰ μὲν ἰωδέστερα, τὰ δὲ ὑγρότερα, τὰ δὲ γλυκύτερα, τὰ δὲ ξηρότερα, τὰ δὲ τρηχύτερα, ἄλλα δ’ ἄλλως ἔχει μυρία· μυρίαι γὰρ ἐν αὐτῇ δυνάμιές εἰσι, καὶ διὰ ταῦτα τὰ γένεα ἐκ τῆς γῆς πρῶτον οὐδὲν ἕτερον ἑτέρῳ ὅμοιον ἔφυ, ὅ τι μὴ συγγενές. Ἄγρια δέ μοι δοκέει ταῦτα πάντα εἶναι· ἄνθρωποι δὲ αὐτὰ ἡμέρωσαν ἐργαζόμενοι καρποφορέειν κατὰ τὸ σπέρμα ἕκαστον· ἕλκει γὰρ ἐκ τῆς γῆς ἡ ὁμοίη ἰκμὰς τὴν ὁμοίην, καὶ τούτοισιν αὔξεται καὶ τρέφεται, καὶ οὐδὲν ἕτερον ἑτέρῳ ὅμοιόν ἐστι τῶν φυομένων, οὔτε ἴσην οὔτε ὁμοίην ἐκ τῆς γῆς ἰκμάδα ἕλκον. Ἕλκει δὲ ἕκαστον τῶν φυομένων βρωτῶν τε καὶ ποτῶν ἐς ἑωυτὸ πολλὰς δυνάμιας ἀπὸ τῆς γῆς· ἐν παντὶ δέ ἐστί τι φλεγματώδεος καὶ αἱματώδεος· ἀνάγκην οὖν τῷδε προσηγαγόμην, ὅτι ἀπὸ τῶν βρωμάτων καὶ τῶν ποτῶν ἐς τὴν κοιλίην χωρεόντων ἕλκει τὸ σῶμα κατὰ τὰς πηγὰς ἃς ὠνόμασα, ἡ ὁμοίη ἰκμὰς τὴν ὁμοίην διὰ φλεβῶν.