Ancient Greek
Book 4
Hippocrates, De morbis i-iii 4.37
Not analysed yet
37. Νῦν δὲ ἐρέω περὶ ὕδρωπος, ὥς τε καὶ διὰ τί πλείων γίνεται ἐν τῷ σώματι, καὶ ὅκως ἕλκει ὁ σπλὴν ἐς ἑωυτόν. Φημὶ δὲ, ἐπὴν ὁ ἄνθρωπος πίνῃ πλέον, ἕλκειν ἐς ἑωυτὸν ἐκ τῆς κοιλίης τοῦ ὕδατος καὶ τὸ σῶμα καὶ τὸν σπλῆνα, καὶ, ἢν πλέον εἰρύσῃ τοῦ καιροῦ, πονέειν αὐτίκα τὸν ἄνθρωπον, καὶ τοῦτο ἐσαΐουσι γινόμενον ὁκόσοι σπληνώδεες τῶν ἀνθρώπων εἰσίν. Ἐπὴν δὲ εἰρύσῃ ὁ σπλὴν, ἄριστα μὲν, εἰ ἐν τῇ κύστει διηθηείη ἀπὸ τοῦ ὕδατος τὸ παλαιὸν τοῦ ἐνεόντος ἐν τῷ σπληνὶ ἢ τῇ κοιλίῃ, καὶ ταῦτα ἐκδιηθήσειε· κατὰ τὰ ἄνω γὰρ χωρία οὐκ ἀποκαθαίρεται τὸ ὕδωρ ἀπὸ τοῦ σπληνὸς, εἰ μὴ ὁκόσον δὴ ἐν τοῖς ἀγγείοις ἐνεόν ἐστι τοῖσιν ἀπὸ τοῦ σπληνός· ἀλλ’ ἴα ἐστὶν ἀποκάθαρσις ἐς τὴν κοιλίην καὶ ἐς τὴν κύστιν. Ἢν δὲ ταῦτα μὴ εὔροα ᾖ, μηδὲ διηθῇ ἔξω, ἀπὸ τοῦ σπληνὸς ἔρχεται τὸ ὕδωρ ἐς τὰ κάτω· κεῖθι δὲ μίσγεται τῇ ἄλλῃ ἰκμάδι· κἢν μὲν ὀλίγον ἔῃ, οὐκ ἂν ἐσάσσειεν, ἀλλὰ διηθηθείη ἂν ἀπὸ τοῦ σώματος ἐς τὴν κύστιν καὶ ἐς τὴν κοιλίην διὰ φλεβῶν· εἰσὶ γὰρ ἐκ τούτου κατατείνουσαι πολλαὶ, αἳ ἕλκουσιν ἐς ἑωυτὰς ἐκ τῶν κάτωθεν χωρίων, ἐπὴν ξηρότεραι γένωνται ἢ πρὶν ἦσαν. Ἢν δὲ γίνηται ἕτερον ὕδωρ καὶ ἡ κοιλίη καὶ ἡ κύστις μὴ διηθῇ ἔξω, ἀείρεται ὁ σπλὴν, καὶ τὰ κάτω τοῦ σώματος ἐπίπονα γίνεται. Ταῦτα δὲ μοι εἴρηται, ὅκως τε καὶ διότι τὸ ὕδωρ πλεῖον γίνεται ἐν τῷ σώματι ἀπὸ τοῦ ποτοῦ, καὶ ὅκως ὁ σπλὴν ἕλκει.