# De morbis i-iii 4.38

Hippocrates, De morbis i-iii, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-morbis-i-iii/4.38

38. Νῦν δὲ ἐρέω περὶ αἵματος ὅκως τε καὶ διότι πλεῖον γίνεται ἐν τῷ σώματι. Ἐπήν τι πίῃ ἢ φάγῃ ὁ ἄνθρωπος, ὅ τι ἐστὶν αἱματῶδες, ἕλκει μὲν καὶ τὸ σῶμα ἅπαν ἐς ἑωυτὸ, ἕλκει δὲ καὶ ἡ καρδίη τὸ αἱματῶδες ἐς ἑωυτὴν, καὶ ἐπὴν πλέον εἰρύσῃ, οὐ γίνεταί οἱ τῇ καρδίῃ πόνος· στερεὸν γάρ τι χρῆμα καὶ πυκνόν ἐστιν ἡ καρδίη, καὶ διὰ τοῦτο οὐ πονέει, καὶ ἐξ αὐτῆς παχεῖαι φλέβες τείνουσιν αἱ σφάγιαι καλεόμεναι, ἐς ἃς ταχέως, ἢν πλεῖον προσγένηται, διαδίδοται τὸ αἱματῶδες, καὶ πιμπλάμεναι κεῖναι τῇ κεφαλῇ καὶ τῷ σώματι διδόασιν ἐν τάχει, καὶ ἐπήν τι φάγῃ ἢ πίῃ, ὅ τι ἐστὶν αἱματῶδες, αὐτίκα αἱ σφάγιαι φλέβες ἀείρονται, καὶ τὸ πρόσωπον ἐρεύθει. Προσγενομένου δὲ τῇ καρδίῃ καὶ τῷ σώματι τοῦ αἵματος πλείονος τοῦ ἱκανοῦ ἀπὸ τῶν βρωτῶν καὶ τῶν ποτῶν καὶ μισγομένου τῷ ἄλλῳ ὑγρῷ, ἢν μὴ ἀπ’ αὐτοῦ ἐξέλθῃ κατὰ τὴν κοιλίην ἢ κατὰ τὴν κύστιν, μιγὲν τῇ ἄλλῃ ἰκμάδι ἐν τῷ σώματι πόνον παρέχει· ἢν δὲ ὀλίγον προσγένηται, οὐκ ἐσάσσειεν ἂν ἐς τὸ σῶμα, χρόνῳ δὲ διαδίδοται ἀπ’ αὐτοῦ ἐς τὴν κοιλίην ἢ κατὰ τὰς ῥῖνας, τὰ δὲ διηθέει ἔξω καὶ ἀσινέες γίνονται· ἢν δὲ ἐξ ὀλίγου πλέον γένηται, ἐπίνοσον γίνεται. Ὅκως δὲ πλέον τὸ αἷμα γίνεται, ἡρμήνευταί μοι. ῾Τέσσαρα ἐόντα τό τε αἷμα καὶ ἡ χολὴ καὶ τὸ φλέγμα καὶ ὁ ὕδρωψ, ἀποπέφανται ταῦτα πάντα ὅκως τε καὶ διότι πλεῖον γίνεται ἐν τῷ σώματι ἀπὸ τῶν βρωτῶν καὶ τῶν ποτῶν. Ὅτι δὲ γίνεται ἀπὸ τούτων, σημήϊον τόδε ἐστίν· εἰ ὁ ἄνθρωπος ὀλίγα ἐσθίει καὶ ὀλίγα πίνει, οὐδεμίαν τοῦτο νοῦσον ἐπάγει. Καὶ ταῦτα μὲν ἐς τοῦτό μοι εἴρηται· παρέψαυσται δέ μοι δηλῶσαι τῷ συνετῷ καὶ ὅκως ταῦτα ἐλάσσονα γίνεται· δηλώσω δὲ περὶ αὐτοῦ κάλλιον ὀλίγῳ ὕστερον.

---

Hippocrates, De morbis i-iii, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg023.local001/.
