# De morbis i-iii 4.40

Hippocrates, De morbis i-iii, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-morbis-i-iii/4.40

40. Ἔχει δὲ καὶ τόδε, ὅτι ἐς μὲν τὸ χωρίον τὸ ἐπὶ τῷ ἥπατι ἀπὸ τῶν βρωτῶν καὶ τῶν ποτῶν ἀποκρίνεται ἡ χολὴ μοῦνον· τὰ γὰρ φλέβια ἀσθενέα καὶ λεπτὰ ὑπάρχοντα οὐ δύναται ἕλκειν τὴν ἄλλην ἰκμάδα παχυτέρην καὶ βαρυτέρην ἐοῦσαν, καὶ ἅμα εὐρυχωρίη οὐκ ἔστι τῇ ἄλλῃ ἰκμάδι, ὥστε ἐν τούτῳ τῷ χωρίῳ εἶναι· σύνηθές τέ ἐστι τῇ χολῇ τοῦτο τὸ χωρίον κατὰ φύσιν μάλιστα, καὶ διὰ τοῦτο ἐν αὐτῷ οὐδεμία νοῦσος γίνεται ἄλλη ἢ ἥντινα καρδιωγμὸν οἱ ἄνθρωποι καλέουσιν. Ἡ δὲ κεφαλὴ καὶ ἡ καρδίη καὶ ὁ σπλὴν μετέχουσι τῆς ἰκμάδος πάσης· ἕκαστον, ἢν μή τι νοσέῃ, μετέχει πλείστων κατὰ φύσιν τὴν ἑωυτοῦ τῶν εἰρημένων, ἡ μὲν κεφαλὴ τοῦ φλέγματος, ἡ δὲ καρδίη τοῦ αἵματος, ὁ δὲ σπλὴν τοῦ ὕδατος· ἕλκουσι δὲ καὶ τῆς ἄλλης ἰκμάδος αἱ φλέβες ἑς ἑωυτὰς, εὐρεῖαι καὶ παχεῖαι καὶ ἑλικοειδέες ἐοῦσαι· ὥστ’ ἐπὴν ἕλκωσιν, ἕπεσθαι ἕτερον ἑτέρῳ τῆς ἄλλης ἰκμάδος. Καὶ τῇ μὲν καρδίῃ πλησιάζουσιν αἱ σφάγιαι φλέβες, παχεῖαι ἐοῦσαι, ἐς ἃς διαδίδοται ταχέως, ἐπήν οἱ πλεῖον τοῦ καιροῦ προσγένηται· αἱ δὲ τῷ ἄλλῳ σώματι ἐκδιδόασι· καὶ ἅμα αὐτὴ ἡ καρδίη στερεὴ καὶ πυκνή ἐστιν, ὥστε μὴ νοσέειν ὑπὸ τῆς ἰκμάδος, καὶ διὰ τοῦτο νόσημα ἐν τῇ καρδίῃ οὐδὲν γίνεται. Ἡ δὲ κεφαλὴ καὶ ὁ σπλὴν μάλιστα ἐπίνοσά ἐστι· νοσέει γὰρ καὶ ἀπὸ τῶν φύσει ἐόντων, ὅταν πλείονα προσγένηται τοῦ καιροῦ· νοσέει δὲ καὶ ἀπὸ τῆς ἄλλης ἰκμάδος· φλέβες γὰρ ἐς αὐτὰ παχεῖαί τε καὶ πολλαί εἰσι, καὶ αὐτὰ φλεβώδεα κάρτα ἐστὶ καὶ ἔγκοιλα, ὥστε εὐρυχωρίην καὶ τῇ ἄλλῃ ἰκμάδι ἐν αὐτοῖσιν εἶναι, χωρεούσῃ κατ’ ὀλίγον καὶ μισγομένῃ τῇ φύσει ἐούσῃ· ὥσπερ ἐν ἀγγείῳ μεγάλῳ εὐρυχωρίη ἐστὶ πολλὴ ἢ ἐν μικρῷ, οὕτω δὲ καὶ ἐν τῇ κεφαλῇ ἢ ἐν τῷ σπληνὶ ἔχει· εὐρυχωρίη γὰρ τούτων τῶν χωρίων μάλιστα ἐν αὐτοῖσίν ἐστιν· ἢν δ’ ἐμπλησθῶσιν ἰκμάδος αἱ φλέβες αὐτόθι, ἀπ’ ἐκείνης ἐν αὐτοῖσι νοῦσος γίνεται. Ταῦτα δέ μοι ἐς τοῦτο εἴρηται νῦν.

---

Hippocrates, De morbis i-iii, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg023.local001/.
