# De morbis i-iii 4.43

Hippocrates, De morbis i-iii, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-morbis-i-iii/4.43

43. Ἡ δὲ ἰκμὰς αὕτη εἰ κατὰ μέρος ἔξω χωρέοι ἐς τὴν ὑστεραίην, τὰ σιτία οὐχ ὁμοίως ἂν ἡμῖν ἐκ τῆς κοιλίης κάκοδμα γενόμενα ἔξω χωρέοι, ἀλλ’ ὥσπερ ἑφθὰ, καὶ τὸ οὖρον τῷ ποτῷ παρόμοιον, καὶ τὸ σῶμα ἂν ἐκενοῦτο ἀεὶ, καὶ ἔχρῃζε διὰ παντὸς τοῦ χρόνου ὁ ἄνθρωπος, ἐπὴν ἀποπατήσειε καὶ οὐρήσειεν, αὐτίκα πόσιος καὶ βρώσιος κατὰ τοῦ ἀποπάτου πλῆθος, εἰ ἔμελλεν ἰσχύειν, ἰκμάδος μὴ ὑπολειπομένης ἐν τῷ σώματι ἀρκεούσης, ἀλλὰ χωρεούσης σὺν τῇ κόπρῳ ἔξω τῇ ὑστεραίῃ ἢ τῇ αὐτῇ ἡμέρῃ· καὶ εἰ μέν τι ἔφαγεν· εἰ δὲ μὴ, κενωθεὶς ἄκικύς τε ἦν, οὐδ’ ἂν δύναιτο παχυνθῆναι, εἰ ἡ ἰκμὰς τῇ ὑστεραίῃ ἔξω χωρέοι· οὐ γὰρ περιλιμπάνεται ἐν τῷ σώματι ἀρκέουσα. Νῦν δὲ ἐξαποπατέοντες εὐροοῦμεν, καὶ δύο ἡμερέων μηδὲν φαγόντες καὶ εἶναι καὶ πρήσσειν τι ὑπομένομεν, καὶ οὐκ ἐξασθενέομεν τελείως ὑπὸ κενώματος ἐν τούτῳ τῷ χρόνῳ· ἡ γὰρ ἰκμὰς ἡ ἐν τῷ σώματι μένουσα τὴν ἰσχὺν παρέχει. Καὶ ταῦτα μὲν εἴρηταί μοι, ὅκως τε καὶ διότι οὐχ οἷόν τε τὴν ἰκμάδα τὴν προσγενομένην ἀπὸ τῆς τροφῆς ἐν τῷ σώματι ἐξελθεῖν ἔξω αὐθημερὸν, ἀλλ’ οὐδὲ τῇ ὑστεραίῃ.

---

Hippocrates, De morbis i-iii, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg023.local001/.
