Ancient Greek
Book 4
Hippocrates, De morbis i-iii 4.45
Not analysed yet
45. Ἀνβήσομαι δ’ αὖθις ὀπίσω περὶ τῆς ὑγιείης ἐρέων, ὅτι δὴ τὸ σῶμα τοῦ ἀνθρώπου ἀπὸ τῶν βρωτῶν καὶ τῶν ποτῶν τῆς ἰκμάδος ἐπαυρίσκεται, καὶ χωρέει ἔξω τῷ ὑγιεϊ κατὰ τὸν εἰρημένον λόγον τά τε βρώματα καὶ ἡ ἰκμάς. Καὶ ἢν μὲν ἔξω χωρέῃ τῆς ἰκμάδος πλεῖον ἢ ὅσον προσεγένετο ἀπὸ τῶν σιτίων καὶ τῶν ποτῶν, λεπτὸς γίνεται ὁ ἄνθρωπος. Πλείω δὲ χωρέει ἔξω τῆς προσγενομένης διὰ τόδε· ἢν μὲν δι’ ἡσυχίης ᾖ ὁ ἄνθρωπος καὶ μὴ ταλαιπωρέῃ, κακόν τί οἱ ἐν τῷ σώματι ἔνεστιν, ὑπὸ δὲ τῆς ἄλλης ὑγιείης πολλῆς ἐούσης οὐκ ἐσάσσει κάρτα· τὸ δὲ κακὸν τοιόνδε ἐστίν· ἐπὴν τούτων τι τῶν τεσσάρων τῶν γινομένων τῷ σώματι ἐπέλθῃ πλέον τι μὴ πολλῷ, τὸ σῶμα θερμαίνεται καθ’ ἡσυχίην, ὡς μὴ ἐσάσσειν κάρτα, καὶ τήκεται ἐς τὴν κοιλίην, καὶ τὸν σῖτον ἀηδέα τῷ ἀνθρώπῳ ποιέει· ἢν δὲ πλέων ἔῃ ἰκμὰς ἡ ἑτέρη τῆς ἑτέρης, πυρετὸς ἐκ τούτου τῷ ἀνθρώπῳ προσγίνεται· ἀλλὰ περὶ τούτου ἀτρεκέστερον ὀλίγῳ ὕστερον ἀποφανέω. Ἔστι δ’ ὅτε καὶ τοῦ σίτου ἐόντος ἡδέος λεπτὸς γίνεται ὁ ἄνθρωπος, αἴτιον δὲ τὸ αὐτό. Τούτων δὲ γενομένων ἐξέρχεται τῆς ἰκμάδος πλέον ἢ κατατάσσεται· καὶ διὰ ταῦτα τῷ μὲν ἡσυχάζοντι συμβαίνει λεπτῷ γίνεσθαι. Ταλαιπωρεόντων δὲ τῶν ἀνθρώπων καὶ τὸ σῶμα θερμαίνεται· καὶ γὰρ ἀπὸ τῆς ταλαιπωρίης τούτου θερμαινομένου καὶ ἡ ἰκμὰς ἐν αὐτῷ διαχέεται, καὶ γίνεται λεπτή· ἀχρεῖος δὲ γενομένη καταῤῥέει καὶ ἐς τὴν κοιλίην καὶ ἐς τὴν κύστιν, ταῦτα δὲ διηθέει ἔξω· τὸ δέ τι αὐτῆς διατμέει ἔξω, διὰ τοῦ ἔνδον ἀραιώματος· τὸ δέ τι καὶ ἐμμένον ἱδρὼς γενόμενος ἔξω χωρέει κατὰ τὸ σῶμα. Ὡσαύτως δὲ καὶ τὰ γυμνάσια τῶν νέων τὸ αὐτὸ τῇ ταλαιπωρίῃ προσεξεργάζεται. Ἢν δὲ ἔῃ ἐλάσσων ἡ ἰκμὰς τῆς πρότερον ἐξιούσης, μὴ προσγίνηται δὲ ἔτι ἄλλη ἀπὸ τῶν ποτῶν καὶ προσέτι ἀπὸ τῶν βρωτῶν, λεπτὸς γίνεται διὰ ταῦτα ὁ ἄνθρωπος· ἐλάσσων δὲ προσγίνεται, ἢν μὴ ἄλλο τι δύνηται ἐσθίειν. Καὶ πρὸς μὲν τὸ πονέειν κατὰ τὴν προτέρην ταλαιπωρίην ἢ γυμνασίην ἄλλοισιν ἄλλα ἐλάσσων γίνεται. Ἐπιγίνεται δὲ κατὰ τὴν βρῶσιν εὐεξίη διὰ τόδε· ἐπὴν αὐαίνηται ἐν τῷ τῆς ἰκμάδος χρόνῳ, καὶ ἐν τῇ προτέρῃ ταλαιπωρίῃ ἐξέλθῃ πρότερον ἑτέρη τῆς ἑτέρης ἔστιν ὅτε πλείων, καὶ κρατέῃ μίη ἄλλη τῶν ἄλλων κάρτα, πληθώρης ἐστίν· ἢν μὲν δὴ ὑπὸ πολλῶν κάρτα κρατέηται, πῦρ ἐκ τοῦ τοιούτου τρόπου γίνεται· ἢν δὲ ὑπὸ ὀλίγων, ὀλίγα· καὶ τὸ σῶμα δὲ οὕτως ἀναφέρειν δύναται, τῆς ὑγρότητος πλείονος αὐτῷ ἐνεούσης, [ὥστε αὐθημερὸν] τὴν θέρμην ἀπολύεται· θερμαίνεται γὰρ τὸ σῶμα τῷ πυρί. Κἢν μὲν ὀλίγον ἔῃ τὸ λυπέον, τῇ τρίτῃ ἡμέρῃ μεθῆκε τρόπῳ τῷ αὐτῷ, τὰς δὲ δύο ἔχει συνεχέως· ἢν δὲ πλεῖον, πέμπτῃ ἡμέρῃ· τὰς δὲ τέσσαρας ἔχει κατὰ λόγον· οὕτω τῶν ἡμερέων αἱ νοῦσοι κρίνονται, ἢν μεθῇ τὸ πῦρ.