Ancient Greek
Book 4
Hippocrates, De morbis i-iii 4.54.1
Not analysed yet
54. Νῦν δὲ ἐρέω περὶ ἑλμίνθων τῶν πλατειῶν· γίνεσθαι γάρ φημι ἐν τῷ παιδίῳ ἐν τῇσι μήτρῃσιν ἐόντι· οὐ γάρ ἐστιν, ἐπὴν ἅπαξ ἐκ τῶν μητρέων ἐξέλθῃ, χρόνος τῇ κόπρῳ ἐν τῇ κοιλίῃ τοσοῦτος, ὥστε σαπείσης καὶ χρονισάσης ζῶον παγῆναι ἐν αὐτῇ, ὅ τι τοσοῦτον μεγέθει γίνεται· ἀποπατέει γὰρ ἀεὶ τὴν ἕωλον κόπρον ἀνὰ πάσας ἡμέρας, ἢν μέλλῃ ὑγιαίνειν ὁ ἄνθρωπος· γίνοιτο δ’ ἂν τοιοῦτο ζῶον οὐδ’ ἢν πολλῶν ἡμερέων μὴ ἀποπατήσῃ ὁ ἄνθρωπος. Πολλὰ γὰρ γίνεται ἐν τῇσι μήτρῃσιν ἐόντι τῷ παιδίῳ τρόπῳ τοιῷδε· ἐπὴν γένηται πῦος καυσῶδες ἀπὸ τοῦ γάλακτος καὶ τοῦ αἵματος συσσηπομένου καὶ πλεονάζοντος, ἅτε γλυκέος ἐόντος, ζῶον ἀπογεννᾶται αὐτόθι· γίνονται δὲ καὶ στρογγύλαι ἕλμινθες αὐτοῦ τρόπῳ τῷ αὐτῷ. Σημήϊον δὲ ὅτι τοῦθ’ οὕτως ἔχει, ἐπὴν τὰ παιδία γένηται, ψωμίζουσιν αὐτὰ αἱ γυναῖκες τὰ αὐτὰ φάρμακα, ὥστε ἡ κόπρος ἐξέλθῃ ἐκ τοῦ ἐντέρου καὶ μὴ ξυγκαυθῇ καὶ ἅμα τὸ ἔντερον εὐρυνθῇ· ἐπὴν ψωμίσωσι, πολλὰ δὴ τῶν παιδίων καὶ στρογγύλας καὶ πλατείας ἕλμινθας ἀπεπάτησαν ἅμα τῇ κόπρῳ τῇ πρώτῃ· ἢν δὲ μὴ ἀποπατήσῃ, γίνονται καὶ ἐν τῇσι γαστῆρσι. Καὶ αἱ μὲν στρογγύλαι τίκτουσιν, αἱ δὲ πλατεῖαι οὐκ ἔτι. Καίτοι φασὶ τίκτειν αὐτάς· ἀποπατέει γὰρ ὁ ἄνθρωπος ἔχων τὴν ἕλμινθα τὴν πλατεῖαν, ὁκοῖον σικύου σπέρμα ἄλλοτε καὶ ἄλλοτε σὺν τῇ κόπρῳ, καὶ τοῦτο εἰσὶν οἱ φήσαντες τῶν ἀνθρώπων τῆς ἕλμινθος τέκνα εἶναι· ἐμοὶ δὲ δοκέουσι λέγειν οὐκ ὀρθῶς οἱ τὰ τοιαῦτα λέγοντες· οὔτε γὰρ ἀφ’ ἑνὸς ζώου γένοιτ’ ἂν τοσαῦτα νεόσσια, οὔτ’ εὐρυχωρίη ἐστὶν ἐν τῷ ἐντέρῳ, ὡς ἐκτρέφειν τέκνα. Τῷ δὲ παιδίῳ ἐκ τῶν μητρέων αὐξανομένῳ αὔξεται ἐν τῷ ἐντέρῳ καὶ ἡ ἕλμινς ἀπὸ τῶν ἐς τὴν κοιλίην ἐσιόντων, καὶ γίνεται ἴση τῷ ἐντέρῳ, τοῖσι μὲν ἅμα τῇ ἥβῃ, τοῖσι δὲ ὕστερον, τοῖσι δὲ πρόσθεν ὀλίγῳ. Καὶ ἐπὴν ἰσωθῇ τῷ ἐντέρῳ, ὁμοίως ἐπαύξεται, καὶ ὁκόσα ἂν μέζω γένηται, ἀποκρίνεται ἀπὸ τοῦ ἀρχοῦ σὺν τῷ ἀποπάτῳ, καὶ ἐκπίπτει οἷον σικύου σπέρμα, πολλάκις δὲ καὶ μέζω· ἔστι δὲ οἷσιν ὁδοιπορέουσιν ἢ ταλαιπωρέουσι καὶ τῆς κοιλίης θερμαινομένης ἔρχεται ἐς τὸ κάτω, καὶ ἐξίσχει ἐκ τοῦ ἀρχοῦ αὐτοῖσι τὸ ἐκπεφυκὸς, τὠϋτό τε ποιέει, καὶ ἀποκρίνεται ἀπὸ τοῦ ἀρχοῦ ἢ ὀπίσω ἔρχεται. Σημήϊα δέ ἐστιν ὅτι οὐ τίκτει, ἀλλ’ οὕτως ἔχες ὡς ἐγὼ λέγω· ἐπήν τις ἰῆται τὸν ἄνθρωπον τὴν ἕλμινθα καὶ φάρμακον διδῷ ποτὸν, ἢν μὲν τύχῃ ὁ ἄνθρωπος καλῶς παρεσκευασμένος, ἐξέρχεται ὅλη στρογγύλη γενομένη ὥσπερ σφαῖρα, καὶ ὑγιὴς γίνεται ὁ ἄνθρωπος· ἢν δὲ ἐς τὴν φαρμακείην ἔρχηται εὐθὺ, ἀποῤῥήγνυται ἀπὸ τῆς ἕλμινθος, ὁκόσον δύο ἢ τρεῖς πήχεας ἢ καὶ πλεῖον πολλῷ, καὶ ἐπὴν ἀποῤῥαγῇ, χρόνῳ πολλῷ οὐ γίνεται σὺν τῷ ἀποπάτῳ τὰ σημήϊα, ὕστερον δὲ αὔξεται· ταῦτα δὲ ἱστόριά ἐστιν ὅτι οὐ τίκτει ἡ ἕλμινς, ἀλλὰ περἱῤῥήγνυται· ἔστι δὲ τὸ εἶδος αὐτῆς ὁκοῖόν περ ἐντέρου ξύσμα λευκόν. Σημήϊα δὲ ἴσχει· ἀποπατέει τε ἄλλοτε καὶ ἄλλοτε, οἷον σικύου σπέρμα, καὶ ἐπὴν νῆστις ὁ ἄνθρωπος ᾖ, ἀΐσσει πρὸς τὸ ἧπαρ ἄλλοτε καὶ ἄλλοτε καὶ πόνον παρέχει, καὶ ἔστι μὲν ὅτε πτύαλα ἐπιῤῥέει τῷ στόματι, ἐπὴν ἀΐξῃ πρὸς τὸ ἧπαρ, ὁτὲ δὲ οὐχί· ἔστι δὲ καὶ οἷσιν ἀναυδίην ἐμβάλλει ἐπὴν ἰσχυρῶς προσπέσῃ πρὸς τὸ ἧπαρ, καὶ πτύαλά τε πολλὰ ῥέει ἐκ τοῦ στόματος κάρτα, ὀλίγῳ δὲ ὕστερον ἵσταται, καὶ στρόφος ἐγγίνεται πολλὸς ἐν τῇ κοιλίῃ ἄλλοτε καὶ ἄλλοτε· ἔστι δ’ ὅτε ἐς τὸ μετάφρενον ὀδύνῃ ἐμπίπτει, στηρίζει γὰρ καὶ ἐνθάδε. Ἔστι δ’ ὅτε ταῦτα σημήϊά ἐστιν ἕλμινθος πλατείης· γίνεται δὲ καὶ τόδε· ὃς ἔχει τοῦτο τὸ θηρίον, ἐν μὲν τῷ ξύμπαντι χρόνῳ δεινόν τι κάρτα οὐκ ἂν γένοιτο, ἐπειδὰν δὲ ἀσθενήσῃ, μόλις ἀναφέρεται· καὶ γὰρ ἡ ἕλμινς μετέχει τι μόριον τῶν εἰσιόντων ἐς τὴν κοιλίην. Ἢν μὲν οὖν μελεδανθῇ κατὰ τρόπον, ὑγιαίνεται· ἢν δὲ μὴ μελεδανθῇ, αὐτομάτη οὐκ ἐξέρχεται, θάνατον μέντοι οὐκ ἐπάγει, ἀλλὰ ξυγκαταγηράσκει. Ταῦτα δέ μοι εἴρηται περὶ ἕλμινθος πλατείης, ὅθεν γίνεται, και τὰ σημήϊα αὐτῆς καὶ τοῦ νοσεύματος.