Ancient Greek
Book 1
Hippocrates, De muliebribus 1.11.1
Not analysed yet
11. Ὁκοίης δὲ χρῄζει καθάρσιος, γνώσῃ ὧδε· ὅταν τὰ ἐπιμήνια γίνηται, ῥάκος πτύξας ὅσον σπιθαμῆς, ἐπιτανύσαι ἐπὶ σποδιὴν λεπτήν· κἄπειτα ποιέειν ὡς ἐπὶ τοῦτο ἐπιῤῥυῇ τὰ ἀπιόντα· εἶναι δὲ δύο τὰ τρυχία χωρὶς ἑκάτερα, τὰ μεθ’ ἡμέρην τε καὶ νύκτωρ· καὶ τὰ μὲν ἡμερήσια πλύνειν χρὴ τῇ ὑστεραίῃ, τὰ δὲ νύκτωρ, ὁκόταν αὐτέοισιν ἡμέρη καὶ νὺξ γένηται, ἐπὶ τῇσι σποδιῇσι κειμένοισιν· ἐν δὲ τῇ πλύσει σκέπτεσθαι ὁκοῖα ἅσσα γίνεται τὰ ῥάκεα πλυθέντα, ὅταν ἐν ἡλίῳ τέρσηται· κράτιστον δὲ ἐν σκοταίῳ χωρίῳ. Ἢν μὲν οὖν φλέγμα ᾖ τὸ κωλῦον, μυξώδεα τὰ ῥάκεα ἔσται· ἢν δὲ ἅλμη τε καὶ χολὴ, πυῤῥά τε καὶ ὑποπέλιδνα. Ταῦτ’ οὖν ἐσιδὼν, καὶ γνώμῃ σκεθρῇ βασανίσας, ὅλον τὸ σῶμα ἀθρέειν, ἤν τε πολλῆς καθάρσιος δοκέῃ δεῖσθαι, ἤν τε μὴ, ἀποσκεψάμενος ἐς τὴν χροιὴν καὶ τὴν ἡλικίην καὶ ῥώμην καὶ ὥρην καὶ οἵῃ διαίτῃ χρέονται· ἰητρείη δὲ καὶ τοῦ σώματος παντὸς προνοεῖσθαι, καὶ τὰς ὑστέρας καὶ τὸ στόμα ἰῆσθαι· καὶ ἢν μὲν μεμυκὸς ᾖ, ἀναστομῶσαι· ἢν δὲ λοξωθέωσιν, ἐξιθύνειν χρή· ἢν δὲ ὑγραὶ ἔωσιν, αὐαίνειν, καὶ τἄλλα δρῇν ἐναντίον. Σχεδὸν δὲ πάσῃσιν ἡ πολλὴ θεραπείη ἡ αὐτή ἐστι, πλὴν τοῦ κατασπάσαι τὰ ἐμμήνια· ὅσῃσι γὰρ γίνεται, οὐδὲν δεῖ ταύτῃσι κατασπᾷν, ἀλλ’ ὅ τι κακὸν ἐν τοῖσιν ἐπιμηνίοισιν ἔνι, τοῦτο ἀφαιρέειν χρὴ, ὅταν φλεγματώδεα καὶ ὑμενώδεα ἴῃ καὶ χολώδεα καὶ ἰχωροεὶδέα καὶ λεπτὰ ἢ λευκὰ καὶ θρομβοειδέα, καὶ ὅταν μέλανά τε καὶ ἀνθρακώδεα, ἢ ζοφοειδέα, ἢ δριμέα, ἁλμυρὰ, θολερὰ, πυώδεα. Αὗται πᾶσαι αἱ προφάσιες ὑπεξαιρετέαι· κωλύουσι γὰρ λαμβάνειν ἐν γαστρί. Ὁκόσα μὲν οὖν φλεγματώδεα καὶ ὑμενοειδέα τῶν ἐπιμηνίων ἐστὶ, καὶ αὗται σαρκώδεές εἰσι, ταύτῃσι τὸ στόμα ἔξυγρον, καὶ πτύελον πουλὺ καὶ γλίσχρον, καὶ ἢν ὀξέος γεύηται ἢ δριμέος, τὸ πτύελον ἐν τῷ στόματι πλαδωδέστερόν τε ἔσται καὶ ἄναλτον, καὶ πρὸς πᾶν ὅ τι ἂν φάγωσιν ἢ πίωσιν ὄχλος προσίσταται αὐτέῃσι, καὶ ἀείρεται ἡ κοιλίη καὶ ναυσίη, καὶ ἀλυσμὸς πουλύς· ἀπό τε κεφαλῆς ῥεῦμα καταῤῥέει, καὶ πάντ’ ἐμπλάσσεται, καὶ πολλὴν ὑγρασίην ἐπάγεται, καὶ τὰ ὑποφθάλμια πελιδνὰ καὶ πεφυσημένα. Ταύτας χρὴ ὅλας πυριῇν, καὶ πυκνὰ ἐμέειν καὶ ἀπὸ σιτίων καὶ ἀπὸ νηστείης μαλάσσειν δὲ τὴν κάτω κοιλίην φαρμάκοισι πάμπαν κούφοισιν, ὁκόσα ἥκιστα χολὴν ἄγει, καὶ μονοσιτέειν, καὶ γυμνάζεσθαι συχνὰ, καὶ ὡς ξηροτάτῃ τροφῇ διαιτᾶσθαι, καὶ ποτῷ ἐλαχίστῳ ἀκρητεστέρῳ· κοιλίη δὲ εὔλυτος ἀμείνων διαφυλάσσεσθαι. Τὰς δὲ ὑστέρας χρὴ, ἢν μὴ πρὸς ταύτην τὴν διαίτην ἐνακούωσι, καθαίρειν φαρμάκοισιν ἀδήκτοισι προσθέτοισιν· προπυριῇν δὲ πρὸ τῶν καθαρσίων αἰεὶ, πρότερον μὲν τῇ πυρίῃ τῇ ἐκ τῶν μαράθρων, ἔπειτα δὲ τῇ ἐκ τῶν θυμιημάτων. Τὰς δὲ πυρίας ποιέεσθαι καὶ τὰς προσθέσιας τεκμαιρόμενον ὅκως ἅπαντα πεποιήσεται καὶ κατὰ τρόπον ἔσται, ἐν ᾧ χρόνῳ τὰ ἐπιμήνια εἴη. Ἢν μὲν οὖν καθαρά τε καὶ ἀκραιφνέα καὶ ἔναιμα γίνηται, οὕτως ἴτω παρὰ τὸν ἄνδρα ἐν ἀρχομένοισι τοῖσιν ἐπιμηνίοισιν· ἄριστον δὲ ἐν ἀπολείπουσι καὶ ἔτι ἰόντων μᾶλλον ἢ ἀφανέων. Ὅταν δὲ μέλλῃ ἰέναι παρὰ τὸν ἄνδρα, ὑποθυμιήσθω τι τῶν θυμιημάτων τῶν στυπτικῶν· θυμιήσθω δὲ διὰ τοῦ κανείου καὶ τοῦ καλάμου, ἐπὶ σποδιὴν θερμὴν ἐπιπάσσουσα τὸ φάρμακον· ὅταν δὲ ἐπιπάσσῃ, καὶ τὸ κανεῖον περιθεῖναι καὶ τὸν κάλαμον, καὶ καθεζομένην πυριῆσθαι. Ὁκόταν δὲ δέῃ αὐτὴν θυμιῆσθαι, τῷ μολυβδίῳ χρήσθω, ὡς ἀνεωγμένῳ τῷ στόματι θυμιῆται· εἶτα ὅταν ἀνίστηται, πάλιν ἐν τῇ κλίνῃ προσθέσθω τὸ μολύβδιον· εἶτα ἀφελομένη, αὐτίκα ξυνευναζέσθω τῷ ἀνδρὶ, καὶ ἢν τὰ ἀπὸ τοῦ ἀνδρὸς μὴ δῆλά οἱ ᾖ, ἐκτείνασα τὰ σκέλεα καὶ ἐπαλλάξασα ἠρεμείτω. Νηστείη δὲ ὄφελος ἐν ταύτῃ τῇ ἡμέρῃ, πλὴν κυκεῶνα, ἢν ἐθέλῃ, ἄναλτον ἐφ’ ὕδατι· τοῦτο δὲ πιέειν τότε, ὁκόταν μέλλῃ θυμιῆσθαι. Ἢν δὲ ξυγγενομένη τῷ ἀνδρὶ κατάσχῃ τῇ ὑστεραίῃ τὴν γονὴν καὶ μηδὲ ἐς τὴν ἑτέρην ἀπίῃ ἡμέρην, σιτίων μὲν εἴργεσθαι καὶ λουτρῶν, πίνειν δὲ ἄλφιτον ἐν ὕδατι ἄναλτον καὶ δὶς καὶ τρὶς τῆς ἡμέρης. Αὕτη δὲ ἡ δίαιτα ἔστω ἡμέρας ἓξ, ἀμείνων δὲ καὶ ἑπτὰ, ἢν μὴ ἀπίῃ τὰ ἀπὸ τοῦ ἀνδρὸς ὅταν ξυγγένηται. Ἀλουτείτω δὲ πάντα τὸν χρόνον, καὶ ἀκινητέειν ἐπιτηδευέτω· ἢν δὲ βούληται περιπατεῖν, περιπατείτω ἐν ὁμαλῷ χωρίῳ καὶ λείῳ, πρὸς ἄναντες δὲ μηδὲν, μηδὲ κάταντες· καθέζεσθαι δὲ ἐπὶ μαλθακὰ, ἢν ξυλλάβῃ· τὴν δ’ ἄλλην δίαιταν τὴν αὐτὴν ποιέεσθαι μέχρις ἡμερέων τριήκοντα. Ἀλουτεέτω δὲ, ἢ καὶ, ὅτε δέοι, λουθῆναι ὀλίγῳ καὶ μὴ λίην θερμῷ· τὴν δὲ κεφαλὴν μὴ βρέχειν. Σιτίοισι δὲ χρεέσθω καὶ ἄρτοισι καὶ μάζῃ, ἤν γε βούληται· κρεῶν δὲ φάσσῃ καὶ τοῖσι παραπλησίοισι, θαλασσίων δὲ ὁκόσα κοιλίην ἵστησιν· εἴργεσθαι δὲ λαχάνων δριμέων· οἴνῳ δὲ μέλανι χρεέσθω, κρέασι δὲ ὀπτοῖσι μᾶλλον ἢ ἑφθοῖσι, καὶ τῶν ἡμέρων καὶ τῶν θηρείων.