Ancient Greek · ~6 min
Book 1
Hippocrates, De muliebribus 1.13
Not analysed yet
13. Ὅσῃσι δὲ, ὅταν ξυγγένωνται, αὐτίκα διαῤῥέει τὰ ἀπὸ τοῦ ἀνδρὸς, ταύτῃσι τὸ στόμα τῶν ὑστερέων πρόφασις. Θεραπεύειν δὲ δεῖ οὕτως· ἢν μὲν σφόδρα μεμυκὸς ᾖ, ἀναστομῶσαι τοῖσι δαιδίοισι καὶ τοῖσι μολιβδίοισι· πυριῇν δὲ μαλθακῇ πυρίῃ, τῇ ἐκ τοῦ μαράθρου, καὶ καθαίρειν προσθέτοισιν ὅσα λεπτύνει τὰς ὑστέρας καὶ ἐς ἰθὺ καθίστησι· μετὰ δὲ τὰς καθάρσιάς τε καὶ τὰς πυρίας κλύζειν τοισίδε ἅσσα ἐναντία τῇ προφάσει. Ὅσῃσι δὲ τὸ στόμα ἀπεστραμμένον ἐστὶ καὶ προσπεπτωκὸς πρὸς τὸ ἰσχίον, γίνεται γὰρ καὶ τοιαῦτα διακωλύοντα τὴν ὑστέρην τὴν γονὴν προσδέχεσθαι, ὅταν οὖν τι τοιοῦτον ξυμβῇ, πυριῇν χρὴ τῇσιν εὐώδεσι τῶν πυριῶν· μετὰ δὲ τὴν πυρίην παραφασσαμένην τῷ δακτύλῳ ἀποσπᾷν τοῦ ἰσχίου· ὅταν δὲ ἀποστήσῃ, ἐξορθοῦν τοῖσι δαιδίοισι καὶ τῷ μολιβδίῳ κατὰ τὸν ἔμπροσθεν λόγον· ὅταν δὲ ἐξωρθωμέναι τε καὶ ἀνεστομωμέναι γένωνται, προσθέτοισι μαλακοῖσι καθαίρειν, καὶ τἄλλα ποιέειν κατὰ τὸν ὑφηγημένον λόγον. Ὅταν ἀνεστομωμέναι μᾶλλον τοῦ δέοντος αἱ ὑστέραι ἔωσι, καθάρσιος δέονται· μετὰ δὲ τὰς καθάρσιας, κλυσμῶν καὶ θυμιημάτων. Ἢν δὲ ἐγγύτερον ἔωσι τοῦ δέοντος, ἐμέτων δέονται αἱ ὑστέραι καὶ πυρίης δυσώδεος, μέχρις ὅτου ἐς χώρην ἔλθωσι· τῇ διαίτῃ δὲ τῇ ὑφηγημένῃ χρῆσθαι. Ἢν δὲ τὸ στόμα πιμελῶδες ᾖ καὶ πάχετον, καὶ διὰ τοῦτο μὴ κυΐσκηται, νᾶπυ ἑφθὸν ἐσθίειν νῆστιν, καὶ ἄκρητον ἐπιπίνειν· πρόσθετον δὲ νίτρον ἐρυθρὸν καὶ κύμινον καὶ ῥητίνην· ἄριστον δ’ ἐν ὀθονίῳ· ἢ νίτρον ξὺν σμύρνῃ καὶ ῥητίνῃ καὶ κυμίνῳ καὶ μύρῳ λευκῷ· ἢ ἐλάφου κέρας καῦσαι καὶ μίξαι ὠμήλυσιν διπλασίην, ἐν οἴνῳ ἐπὶ ἡμέρας τέσσαρας πινέτω. Ἢν δὲ μὴ ῥηΐζῃ, πράσα ἑψεῖν καὶ ἀμφικαθίζεσθαι· ἢ φηγὸν τρίβουσα προστιθέσθω· σκόροδά τε τρώγειν νεαρὰ, καὶ μελίκρητον ἐπιπίνουσα ἐμεέτω.