Ancient Greek · ~5 min
Book 1
Hippocrates, De muliebribus 1.16
Not analysed yet
16. Ὅσῃσι δὲ ἑκταῖα καὶ ἑβδομαῖα τὰ ἀπὸ τοῦ ἀνδρὸς κατασηπόμενα χωρέει, ταύτῃσιν εἰκὸς γίνεσθαι ὑπ’ ἀμφοῖν ἐπιῤῥοῇ, χολῆς καὶ ἅλμης· θεραπεύειν δὲ χρὴ ὧδε ἐλλεβόρῳ ἢ σκαμμωνίῃ καὶ πεπλίῳ· καθαίρουσι γὰρ ἄνω τε καὶ κάτω φλέγμα τε καὶ χολὴν, καὶ φύσας ἄγει· πρὸ δὲ τῶν καθαρσίων τῇσι πυρίῃσι χρῆσθαι τῇσιν ἐκ τῶν θυμιημάτων· ὅταν δὲ πυριήσῃς, καθαίρειν προσθέτοισι τὸν αὐτὸν τρόπον ὡς ἐν τῇσι πρόσθεν, καὶ μετὰ τὰς πυρίας καὶ καθάρσιας τοῖσι μαλθακτηρίοισι χρέο, καὶ τὸ ἐκ τῆς λινοζώστιος πρόσθετον, καὶ ἀρτεμισίης ποίης καὶ ἀνεμώνης καὶ ἐλλεβόρου λευκοῦ ἢ μέλανος. Τὰ μὲν τῶν φαρμακηΐων ταύτῃσιν ὧδε χρή· τὴν δὲ δίαιταν ἀποσκεπτόμενον τῆς ἀνθρώπου ἐς τὸ οὖλον σῶμα ποιέειν, ἤν τε αὐχμηροτέρη δοκέῃ εἶναι, ἤν τε σαρκωδεστέρη· κἢν μὲν αὐχμηροτέρη, λουτροῖσι πλείοσι καὶ ἑφθοῖσι πᾶσι τοῖσιν ὄψοισιν, εἴτε θαλασσίοισιν εἴτε κρέασιν, οἴνῳ δὲ ὑδαρέϊ, λαχάνοισιν ἑφθοῖσι καὶ λιπαροῖσι πᾶσι καὶ γλυκέσι· ταῦτα γὰρ ὡς ἐπιτοπουλὺ ποιέει ὑγρηδόνα εἶναι καὶ ἐν τῷ ἄλλῳ σώματι καὶ ἐν τῇσιν ὑστέρῃσιν. Ἢν δὲ ὑγροτέρη ᾖ, δέονται αἱ τοιαῦται ὑστέραι τούτων οὐδὲν, ἀλλὰ τἀναντία· οὐ χρὴ ψαύεσθαι οὐδὲ κλύζεσθαι νεοχμῶς οὐδὲ θυμιῆσθαι· πρὸς γὰρ τὸ κινεύμενον φιλέει ἰέναι. Καὶ ἢν ἐξυγρανθέωσι μᾶλλον τῆς φύσιος, χρὴ δὴ ξηραίνειν καὶ θυμιῇν· ἢν δὲ χολώδεα ἴῃ ἐπὶ σφέας, ὅ τι χολὴν καθαίρει διδόναι· ἢν δὲ ἁλμυρώδεα, γάλα ὄνειον καὶ οἶνον καὶ τἄλλα ἀλεξητήρια.