Ancient Greek
Book 1
Hippocrates, De muliebribus 1.21
Not analysed yet
21. Εἰσὶ δὲ γυναῖκες αἵτινες λαμβάνουσι μὲν ῥηϊδίως ἐν γαστρὶ, ἐξενεγκεῖν δὲ οὐ δύνανται, ἀλλὰ σφέων τὰ παιδία διαφθείρονται ἅμα τῷ τρίτῳ μηνὶ ἢ τῷ τετάρτῳ, οὐδεμιῆς βίης ἐπιγενομένης, οὐδὲ βορῆς ἀνεπιτηδείου. Καὶ ταύτῃσιν αἴτιόν ἐστιν ἓν τῶν εἰρημένων· καὶ μάλιστα ἐπὴν παραμεθίωσι τῆς αὔξης τῷ ἐμβρύῳ αἱ μῆτραι. Κοιλίη σφιν ταράσσεται, καὶ ἀσθενείη καὶ πυρετὸς σφοδρὸς καὶ ἀσιτίη ἐμπίπτει τῷ χρόνῳ τούτω, ᾧ ἂν τὰ παιδία φθείρωσιν. Ἔστι δὲ καὶ τόδε αἴτιον, ἢν αἱ μῆτραι ἔωσι λεῖαι ἢ φύσει ἢ ἑλκέων αὐτέῃσιν ἐγγενομένων· ἢν γὰρ λεῖαι ἔωσιν, ἔστιν ὅτε οἱ ὑμένες ἀπ’ αὐτέων ἀφίστανται, ἐπὴν τὸ παιδίον ἄρχηται κινέεσθαι, οἱ περιισχόντες αὐτὸ, ἅτε ἡσσόνως ἐχόμενοι τῶν μητρέων ἢ ὡς δεῖ, οἷα λείων ἐουσέων. Εἰδείη δ’ ἄν τις τουτέων ἕκαστα, εἰ ἐρωτῴη ἀτρεκέως ταῦτα· περὶ δὲ τῆς λειότητος, εἰ ἑτέρη γυνὴ ψαύσειε τῶν μητρέων κενεῶν ἐουσέων, οὐ γὰρ ἄλλως διάδηλον γίνεται. Ἢν δὲ ἴῃ τὰ καταμήνια ταύτῃσιν, ἁλέα ἔρχεται. Ἔστι δ’ αὐτέων ᾗσι γίνεται, ὥστε ἐκφέρειν τὰ ἔμβρυα· μελεδαινομένῃσι δὲ ἐλπίδες εἰσὶ τόκου. Ἀμφὶ δὲ τῶνδε ὧδε ἔχει.