Ancient Greek · ~2 min
1.27 to 1.28
Hippocrates, De muliebribus 1.27-28
Not analysed yet
27. Ἧσιν ἐν γαστρὶ ἐχούσῃσι περὶ τὸν ἕβδομον ἢ ὄγδοον μῆνα ἐξαπίνης τὸ πλήρωμα τῶν μαζῶν καὶ τῆς γαστρὸς ξυμπίπτει, καὶ οἱ μαζοὶ ξυνισχναίνονται, καὶ τὸ γάλα οὐ φαίνεται, φάναι τὸ παιδίον ἢ τεθνηκὸς εἶναι ἢ ζώειν τε καὶ εἶναι ἠπεδανόν. 28. Ὅσῃσιν ἐχούσῃσιν ἐν γαστρὶ ἐπιφαίνεται τὰ ἐπιμήνια, τρωσμοὶ γίνονται, ἢν πλέονα ᾖ καὶ κάκοδμα, ἢ νοσώδεα τὰ ἔμβρυα γίνεται.