# De muliebribus 1.36.1

Hippocrates, De muliebribus, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-muliebribus/1.36.1

36. Ἢν δὲ γυναικὶ μετὰ τοῦ παιδίου ἐν τῷ τόκῳ μὴ ἴῃ τὸ ὑγρὸν ὡς χρὴ, ἀλλὰ μεῖον, ἢν μὲν ἐν τῇ κεφαλῇ ἔχῃ τὸ ὑγρὸν ὑπὸ θέρμης εἰρυσθὲν ἐν τόκῳ καὶ πρὶν ὀλίγον, κεφαλαλγήσει· ἢν δὲ ἐς τὴν κοιλίην ἔλθῃ ἅλες, ἐπειδὰν συθῇ, διαταράξειεν αὐτὴν καὶ οὐχὶ πόῤῥω. Τιμωρέειν δὲ ὡς μὴ ἐκ τούτου διάῤῥοια ἐπιγενομένη σώματι φλαύρως ἔχοντι πονήσει μιν. Ἢν δὲ ἀπὸ κεφαλῆς ἐλθὸν τὸ ῥεῦμα ἐς τὴν λοχείην κάθαρσιν τραπῇ καὶ πολλὰ συθῇ, ῥηΐζει· ἢν δὲ πλέον τοῦ μετρίου, μελεδαίνειν· ἢν δὲ ἐς τὴν κοιλίην, ῥηϊτέρη ἂν ἡ ἔξοδος τῷ παιδίῳ γένοιτο. Εἰ δὲ ἡ κάθαρσις τῇ γυναικὶ ὁλίγη χωρέοι, πόνος λάζυται ἰσχυρὸς ἰξύας τε καὶ τὸν ἀμφὶ τὰ αἰδοῖα πάντα χῶρον, καὶ οἰδέει, καὶ οἱ μηροὶ πίμπρανται, καὶ ἐκ τοῦ στόματος καὶ ἐκ τῶν ῥινέων ῥέει φλέγμα ὑδαρὲς, καὶ ἀλγέει κεφαλὴν, καὶ πῦρ ἔχει, καὶ φρίκη, καὶ ἰδίει, καὶ οἱ ὀδόντες βρύχουσι, καὶ ἀψυχέει, καὶ ἡ γαστήρ οἱ στεγνὴ ἔσται καὶ ἡ κύστις, καὶ τὤμματα ἀναδινέει, καὶ ζοφοειδὲς ὁρῇ. Γυναικὶ δὲ ἐκ τόκου ἐούσῃ ἡ κάθαρσις ἐπὴν ᾖ, οὐκ εὐμαρέως χωρέει, οἷα τῶν μητρέων ἐν φλογμῷ γενομένων, καὶ τοῦ στόματος σφέων μύσαντος· περιιδνοῦται γὰρ ὁ στόμαχος τοῦ αἰδοίου μετὰ τὸ παιδίον ποιήσασθαι τὴν ἐκχώρησιν· ἢν γὰρ τούτων τι ᾖ, οὐ χωρήσει οἱ ἡ κάθαρσις· ἢν δὲ μὴ χωρέῃ οἱ ἡ κάθαρσις, ξυμβήσεται ὥστε μιν πυρεταίνειν, καὶ φρίκην ἔχειν, καὶ τὴν γαστέρα μεγάλην εἶναι· ἢν δὲ ψαύσῃ αὐτῆς, ἀλγέειν πᾶν τὸ σῶμα, μάλιστα ἤν τις τῆς γαστρὸς ψαύσῃ, καὶ καρδιώσσει ἄλλοτε καὶ ἄλλοτε, καὶ ὀσφὺν πονέει, καὶ ἀσιτίη καὶ ἀγρυπνίη καὶ νυγμός. Ἔπειτα ἡμέρῃ πέμπτῃ ἢ ἑβδόμῃ ἔστιν ὅτε ἡ κοιλίη ταράσσεται, καὶ ὑποχωρέει μέλανα καὶ κάκοδμα κάρτα, ἄλλοτε καὶ ἄλλοτε καὶ ὡς ὄνειον οὖρον, καὶ ἢν ὑπέλθῃ, δοκέει οἱ ῥηΐτερον εἶναι, καὶ μελεδαινομένη ἐν τάχει ὑγιὴς γίνεται· ἢν δὲ μὴ, κινδυνεύσει διαῤῥοίης αὐτῇ ἰσχυρῆς ἐπιπεσούσης, καὶ τὰ λοχεῖά οἱ κεκρύψεται. Ἢν δὲ ἡ κοιλίη οἱ μὴ ταράσσηται, μηδὲ ἡ κάθαρσις χωρέῃ αὐτομάτη, μηδέ οἱ προσφέρηται ἐν τάχει τὰ ἐπιτήδεια, ὁ δὲ χρόνος προΐῃ, πονήσει τὰ προειρημένα μᾶλλον, καὶ ἐπὶ τουτέοισι κινδυνεύσει πελιδνὴ γενέσθαι ὡς μόλιβδος, καὶ ὑδερωθῆναι, καὶ ὁ ὀμφαλὸς ἐκστήσεται αὐτῇ, ἀειρόμενος ὑπὸ τῶν μητρέων, καὶ ἔσται μελάντερος τῶν πέριξ. Καὶ ἐπὴν ταῦτα γένηται, οὐχ οἵη τέ ἐστι περιγενέσθαι ἡ γυνή θνήσκὁυσι δὲ ἄλλαι ἄλλῳ χρόνῳ, ὅκως ἂν καὶ τὰ τοῦ σώματος ἔχωσι καὶ τὰ τῆς πάθης· μιῆς δὲ καὶ εἴκοσιν ἡμερέων οὐχ ὑπερβάλλουσιν, ὡς ἐπὶ τὸ πλέον οὕτω ξυμβαίνει. Ἢν δέ οἱ ῥαγῇ ἡ κάθαρσις εἴτε καὶ ὑπὸ φαρμάκων εἴτε καὶ αὐτομάτη, γίνεται γὰρ καὶ τοῦτο, ἢν χαλάσωσι τὸ στόμα αἱ μῆτραι βιασθεῖσαι ὑπὸ τοῦ αἵματος ἀλέως ἐξαπίνης κατελθόντος, καὶ ἢν ῥαγῇ, ἀποκαθαίρεται δύσοδμα καὶ πυώδεα, ἔστι δ’ ὅτε καὶ μέλανα, καὶ ῥηΐτερον ἔσται, καὶ μελεδανθεῖσα ὑγιαίνεται. Γίνεται δὲ καὶ ἕλκεα ἐν τῇσι μήτρῃσιν οἷα τῶν λοχείων σαπέντων· καὶ ἢν γένηται, πλέονος μελεδώνης δεήσεται, ὅκως μή οἱ τὰ ἕλκα μεγάλα καὶ σηπεδονώδεα ἔσται· κίνδυνος δὲ ἢ θανεῖν ἢ ἄφορον γενέσθαι. Σημήϊα δὲ ταῦτα γίνεται ἢν ἕλκεα ἐνῇ· ἐπὴν χωρέῃ ἡ κάθαρσις, δοκέει ὡς ἀκάνθια διὰ τῶν μητρέων ἰέναι, καὶ πῦρ λάζεται τὴν κοιλίην. Φιλέει δὲ ταῦτα ἐπιλαμβάνειν· ἀλγέει ἐπαφωμένη τὸ κάτω τοῦ ὀμφαλοῦ, ὡς ἕλκεος καθαροῦ νευρώδεος εἰ θίγοις· ἔπειτα ὀδύναι ἰσχυραὶ ἄλλοτε καὶ ἄλλοτε ἐμπίπτουσιν ἐς τὰς μήτρας, καὶ πυρετὸς, ἔστι δ’ ὅτε πρὸς χεῖρα βληχρὸς, καὶ ἄλλοτε καὶ ἄλλοτε ὑποκακοήθεα χωρέει τὰ λοχεῖα, πυώδεα, δύσοδμα. Ταῦτα σημήϊά ἐστιν, ἢν ἕλκεα ἐν τῇσι μήτρῃσιν ᾖ, καὶ δέεται πολλῆς μελεδώνης. Ταύτης μὲν οὖν ἀμφὶ τῆς νούσου τόσαι τελευταί εἰσιν. Ἢν δὲ ἡ κάθαρσις ἡ λοχείη τὰς μὲν πρώτας ἡμέρας τρεῖς ἢ τέσσαρας χωρήσῃ, ἔπειτα ἀπόληται ἐξαπίνης, αὕτη πάσχει παθήματα τῇ προτέρῃ ἀδελφέα, ἧσσον δέ· καὶ ἢν μεταπίπτῃ ἡ νοῦσος, ἐς τωὐτὸ μεταπείσεται· χρονίη δὲ καὶ βληχροτέρη ἔσται τῆς προτέρης. Διαιτεομένη δὲ ἡ γυνὴ περιγίνεται, ἢν ἁρμοϊ μελεδαίνηται. Ἁμφὶ δὲ τῆς νούσου ταύτης ὧδε ἔχει.

---

Hippocrates, De muliebribus, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg036.local001/.
