Ancient Greek · ~2 min
Book 1
Hippocrates, De muliebribus 1.48
Not analysed yet
48. Ἢν γυναικὶ τὸ χορίον ἐλλειφθῇ, ἢν μὴ εὐρύστομοι αἱ μῆτραι ἔωσιν, χωρέει ἡ κάθαρσις ἔλασσον τοῦ καιροῦ, καὶ ἡ γαστὴρ σκληρὴ γίνεται καὶ μεγάλη, καὶ περίψυξις γίνεται, καὶ πυρετὸς ὀξὺς, καὶ πόνος καθ’ ἅπαν τὸ σῶμα, γαστρὸς δὲ, τὸ κατώτερον τοῦ ὀμφαλοῦ; καὶ βρῖθος γίνεται ἐν τῇσι, μήτρῃσι, καὶ στροφὴ ὡς ἐμβρύου ἐόντος, καὶ μελεδανθεῖσα ἐκβάλλει τὸ χορίον ἐν τάχει σεσηπὸς, καὶ ὑγιαίνεται.