# De muliebribus 1.50

Hippocrates, De muliebribus, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-muliebribus/1.50

50. Ἢν ἐκ τόκου φλεγμήνωσιν αἱ ὑστέραι, πυρετὸς ἴσχει τὸ σῶμα βληχρὸς, καὶ ἀχλύς· ἐκ δὲ τῆς κοιλίης οὐδέκοτε ἐκλείπει τὸ πῦρ· καὶ διψῇ, καὶ τὰ ἰσχία ἀλγέει, καὶ οἰδέει τὴν γαστέρα τὴν νειαίρην ἰσχυρῶς, καὶ ἡ κοιλίη ταράσσεται· ὑποχώρημα δὲ κακὸν καὶ ὀζόμενον, καὶ λάζεται τὸ πῦρ σφοδρὸν, καὶ ἀσιτίη ἔχει, καὶ κατὰ τὸ βρέγμα ὀδύνη, καὶ οὐ δύναται εἰρύσαι τῆς κοιλίης ὁ στόμαχος ποτὰ καὶ σιτία, καὶ ἀδυνατέει πέσσειν· καὶ ἢν μὴ θεραπεύωνται εὐθέως, αἱ πλεῖσται θνήσκουσιν, ἡ κοιλίη δὲ αἰτίη. Τῆς ἀκτῆς οὖν τὰ φύλλα ὡς ἁπαλώτατα ἐν πυρῶν κριμνοῖσιν ἑψήσας σιτανίοισιν, ἀκροχλίερον ῥοφέειν, καὶ διδόναι μελίκρητον καὶ οἶνον ὑδαρέα, καὶ τὸ ἦτρον καταπλάσσειν τοῖσι ψυκτικοῖσι, σιτίον δὲ ὡς ἐλάχιστον προσφέρειν, καὶ τὴν γαστέρα ἵστασθαι, καὶ τὴν κεφαλὴν ἰῆσθαι, ὑποχόνδριον δὲ καταπλάσσειν.

---

Hippocrates, De muliebribus, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg036.local001/.
