# De muliebribus 1.63.1

Hippocrates, De muliebribus, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-muliebribus/1.63.1

63. Ἢν δὲ αἱ μῆτραι ἑλκωθέωσιν, αἷμα καὶ πῦα καθαίρεται, καὶ ὀσμὴ βαρέη γίνεται, καὶ ὀδύνη ὀξέη λαμβάνει ἐς τὰς ἰξύας καὶ ἐξ τοὺς βουβῶνας καὶ ἐς τὴν νειαίρην γαστέρα, καὶ ἄνω φοιτᾷ ἡ ὀδύνη ἐς τοὺς κενεῶνας καὶ ἐς τὰς πλευρὰς καὶ ἐς τὰς ὠμοπλάτας, ἐνίοτε δὲ καὶ ἐς τὰς κληἳδας ἀφικνέεται, καὶ δάκνεται, καὶ κεφαλὴν ἀλγέει σφοδρῶς, καὶ παρανοεῖ· τῷ δὲ χρόνῳ ἀνοιδίσκεται πᾶσα. καὶ ἀσθενείη μιν λαμβάνει, καὶ ἀψυχίη, καὶ πυρετὸς λεπτὸς, καὶ περίψυξις· οἰδίσκεται δὲ μάλιστα τὰ σκέλεα. Ἡ δὲ νοῦσος λαμβάνει ἐκ τρωσμοῦ, ἥτις ἂν διαφθείρασα τὸ παιδίον ἐγκατασαπὲν μὴ ἐκκαθαρθῇ, καὶ τὸ στόμα πῦρ ἔχει· λαμβάνει δὲ καὶ ἐκ τῶν ῥόων, καὶ ἢν ἐπὶ σφέας δριμέα ᾖ καὶ χολώδεα, δάκνει. Ἢν οὕτως ἐχούσῃ ἐπιτυγχάνῃς, ἐπὴν μὲν αἱ ὀδύναι ἔχωσι, λούειν τε πολλῷ καὶ θερμῷ, καὶ χλιάσματα προστιθέναι, ὅκου ἂν ἡ ὀδύνη ἔχῃ· καὶ ἢν μὲν ἄνω αἱ ὀδύναι ἔωσιν, ἢν μὲν ἰσχυρὴ ἡ γυνὴ ᾖ, πυριήσασθαι ὅλην καὶ φάρμακον δοῦναι κάτω πιεῖν· καὶ ἐπὴν ὥρη ᾖ τοῦ ἔτεος, ὀῤῥὸν ἀφεψῶν, διδόναι ἐπιπίνειν ἡμέρας πέντε, ἢν δυνατὴ ᾖ· ἢν δὲ μὴ ἦ ὀῤῥὸς, ὄνου γάλα ἑψεῖν, καὶ διδόναι πίνειν ἡμέρας τρεῖς ἢ τέσσαρας· μετὰ δὲ τὴν γαλακτοποσίην, ὕδατι ἀνακομίσαι αὐτὴν καὶ σιτίοισιν ἐπιτηδείοισι, κρέασι μηλείοισιν, ἁπαλοῖσι, νέοισι, καὶ ὀρνιθείοισι, καὶ τευτλίῳ, καὶ κολοκύντῃ· ἀπεχέσθω δὲ τῶν ἁλμυρῶν καὶ δριμέων καὶ τῶν θαλασσίων πάντων καὶ κρεῶν χοιρείων καὶ βοείων καὶ αἰγείων· ἄρτους δὲ ἐσθιέτω· ἢν δὲ ἀψυχίαι ἔχωσι καὶ μὴ ἰσχύῃ καὶ περιψύχηται, ῥόφημα λαμβάνειν. Εἰσὶ δέ τινες, οἳ ταύτῃσι κεφαλὴν ἀλγεούσῃσι πιπίσκουσι γάλα, ὅτι κεφαλὴν ἀλγέουσιν, οἱ δὲ ὕδωρ, ὅτι λειποθυμέουσι· τἀναντία δὲ οἴομαι· εἰ κεφαλὴν ἀλγέοιεν καὶ φρενῶν εἴη ἅψις, ἀρμόσσον ὕδωρ, ὅτε δὲ δάκνεται καὶ δριμέα ἐστὶ, γάλα ταύτῃσιν εὐμενές. Ἐπὴν δέ σοι δοκέῃ ἰσχύειν, κλύζειν τὰς ὑστέρας, πρῶτα μὲν τῷ ἀπὸ τῆς τρυγὸς, μετὰ δὲ ταῦτα διαλιπὼν ἡμέρας τρεῖς ἢ τέσσαρας κλύζειν τῷ ξὺν τῷ κραμβίῳ χλιερῷ, καὶ αὖθις διαλιπὼν ἡμέρας τρεῖς κλύσαι τῷ ξὺν τῷ πικερίῳ· καὶ ἢν ταῦτα ποιήταντι ὑγιάζωνται αἱ ὑστέραι, κλύσαι τῷ ξὺν τῷ σιδίῳ· ἐπὶ δὲ τὰ ἕλκεα ἐπιχρίειν ἀργύρεον ἄνθος, καὶ κικίδα, καὶ σμύρναν, καὶ λιβανωτὸν, καὶ τοῦ αἰγυπτίου ἀκάνθου τὸν καρπὸν, καὶ οἰνάνθην τὴν ἀγρίην, καὶ χρυσοκόλλην, καὶ λεπίδα, καὶ λωτοῦ πρίσματα, καὶ κρόκον, καὶ στυπτηρίην αἰγυπτίην κατακεκαυμένην· τούτων ἓν ἔστω ἴσον ἑκάστου, τὴν δὲ στυπτηρίην καὶ τὴν κικίδα καὶ τὸν κρόκον ποιῆσαι μίαν μοῖραν πάντων· τρίψας δὲ καὶ ξυμμίξας πάντα λεῖα, διεῖναι ἐν οἴνῳ λευκῷ γλυκεῖ· ἔπειτα ἑψεῖν, ἔστ’ ἂν παχὺ γένηται οἷόν περ μέλι· τούτῳ δὲ ἐπαλείφειν δὶς τῆς ἡμέρης διδόναι, νιψαμένην ὕδατι χλιερῷ· ἑψεῖν δὲ ἐν τῷ ὕδατι καὶ κισθὸν καὶ ἐλελίσφακον. Καὶ ἐπήν σοι δοκέῃ ταῦτα ποιέοντι ῥᾴων εἶναι, προπιεῖν γάλα ἑφθὸν αἴγειον μίην ἡμέρην, ἔπειτα διδόναι γάλα βόειον, τὸν αὐτὸν τρόπον οἷον ἐπὶ τῇσι προτέρῃσι· μετὰ δὲ τὴν γαλακτοποσίην παχῦναι σιτίοισιν ὡς μάλιστα, καὶ ποιέειν ὅκως ἐν τῇ γαστρὶ ἔχῃ· ὑγιὴς γὰρ γενήσεται. Ὡς δὲ τὰ πολλὰ ἐκ τῆς νούσου ταύτης ἐκφεύγουσι, καὶ ἄτοκοι γίνονται· αἱ δὲ γεραίτεραι οὐ πάνυ τι. Πίνειν δὲ μετὰ τὰ φάρμακα λίνου σπέρμα ἀποπεφωσμένον, καὶ σήσαμον, καὶ κνίδης καρπὸν, καὶ γλυκυσίδης ῥίζαν τὴν πικρὴν τρίβων ἐν οἴνῳ εὐώδει μέλανι κεκρημένῳ.

---

Hippocrates, De muliebribus, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg036.local001/.
