# De muliebribus 2.132

Hippocrates, De muliebribus, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-muliebribus/2.132

132. Ὁκόσῃσι δὲ τὸ στόμα κλίνεται ἑτέρωσε καὶ προσπίπτει τῷ ἰσχίῳ, γίνεται γὰρ καὶ τοιαῦτα διακωλύοντα τὴν ὑστέρην καθαίρεσθαι καὶ τὴν γονὴν δέχεσθαι καὶ μὴ παιδοποιέειν· ταύτην πυριῇν χρὴ τοῖσιν εὐώδεσι, καὶ μετὰ τὴν πυρίην, ἢν παρασημήνῃ, τῷ δακτύλῳ ἀποστῆσαι ἀπὸ τοῦ ἰσχίου· κἄπειτα ἐξιθύνειν τοῖσι δαιδίοισί τε καὶ τῷ μολίβδῳ· οὐ γὰρ βιήσεται θοῶς, ὡς εἴρηται. Ὅταν δὲ κατὰ φύσιν ᾖ καὶ ἀνεστομωμέναι γίνωνται, προσθέτοισι μαλθακοῖσι καθαίρειν, καὶ τἄλλα προσηκόντως ποιέειν.

---

Hippocrates, De muliebribus, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg036.local001/.
