Ancient Greek · ~3 min
Book 2
Hippocrates, De muliebribus 2.166
Not analysed yet
166. Ἢν παρὰ φύσιν αἱ μῆτραι χάνωσι, τὰ ἐπιμήνια χωρέει πλέονα καὶ γλίσχρα καὶ θαμινὰ καὶ ἡ γονὴ οὐκ ἐμμένει, καὶ τὸ στόμα κεχηνός ἐστι, καὶ οὐχ οἷόν τε εἰρύεσθαι τὴν γονὴν, καὶ πῦρ καὶ ῥῖγος λαμβάνει, [καὶ ὀδύνη] τὴν κάτω κοιλίην καὶ τὰς ἰξύας, Ἡ δὲ νοῦσος λάζεται ἐκ ῥόου αἱματώδεος, γίνεται δὲ καὶ ὁκόταν τὰ ἐπιμήνια ἐξαπίνης ἱστάμενα ῥαγῇ. Ἡ δίαιτα γοῦν πρόσθεν εἴρηται. Χρὴ δὲ προσθέτοισι θεραπεύειν, ἐν ἀρχῇ μὲν καθαρτηρίοισιν ἅμα καὶ μαλθακοῖσιν, ἔπειτα ἠρέμα στύφουσι, καὶ σπόγγοισι τὰ κάτω τοῦ ὀμφαλοῦ πυριῆν μυρσίνης ὕδατι, ἢ βάτον ἐναφεψεῖν, ἢ ἐλαιῶν φύλλα, ἢ ῥόδων, ἢ οἰνάνθης, ἢ ἀμπέλου.