Ancient Greek · ~4 min
Book 2
Hippocrates, De muliebribus 2.181
Not analysed yet
181. Εἰ δὲ οὐ δέχεται ἡ ὑστέρη, ἀλλὰ ἀφίησι καὶ θερμὸν οὐκ ἔχει ἐν ἑωυτῇ, ὄργανον χρὴ μηχανοποιέεσθαι, ἐφ’ ὃ ἑζομένη εἴσεισιν ἀτμὸς ἐς τὰς μήτρας, ἀμφὶ δὲ τοῦτο εἵματα κυκλόσε τιθέναι· ὑποθυμιῇν δὲ κασίην, κιννάμωμον, σμύρναν, ἴσον ἑκάστου, ἔν οἴνῳ τε φυρῇν σιραίῳ καὶ ἐπιβάλλειν, ὀλίγον τε λούεσθαι, ὀλίγα σιτέεσθαι. Ἀρήγει δὲ καὶ προσθετὸν τοιόνδε· σμύρναν ἁπαλὴν ξὺν μέλιτι· ἔστω δὲ προμήκης ὡς βάλανος· καὶ ταῦτα ποιέειν πλειστάκις πρὸς τὴν δύναμιν ὁρέων. Καὶ οἱ ἐν σίτῳ πελεκῖνοι τριπτοὶ ξὺν σμύρνῃ ὠφελέουσιν. Ἑψεῖν δὲ μέλι, καὶ ξὺν τῇσι δαισὶν ἀνακυκᾷν, καὶ ὅσον αἰγύπτιον κύαμον προστιθέναι. Καὶ ταύρου χολὴν, καὶ ῥοὸς ἐρυθρῆς ἴσον κονύζῃ ποίῃ, ὅμοιον δέ ἐστι σελίνῳ οὐλῷ, φύεται δὲ ἄγχιστα θαλάσσης ἐν χωρίοισι ψαμμώδεσιν, ὀδμὴ δύσοιστος, ξὺν μέλιτι καὶ οἴνῳ πρόσθες. Ἢ βόλβιον, ἐν πυροῖσι δὲ θεωρεῖται, αἰγυπτίοισι δὲ μάλιστα, δριμὺ, ὅμοιον κυμίνῳ αἰθιοπικῷ· τοῦτο, σκόροδον, νίτρον ἐν τῷ αὐτῷ προστίθει, προλουέσθω δέ.