# De muliebribus 2.201

Hippocrates, De muliebribus, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-muliebribus/2.201

201. Ὅταν ὑστέρη πνίγῃ, πνεῦμα δὲ σεύηται ἄλες ἄνω, καὶ βάρος ἔχῃ, καὶ γνώμη καταπλὴξ, ἀναυδίη, περίψυξις, πνεῦμα προσπταῖον, ὄμματα ἀμαλδύνηται, τὴν κεφαλὴν ξυρῇν ὅτι τάχιστα, καὶ ταινίῃ ἀποδιωθέειν, ὑπὲρ ὀμφαλὸν δὲ εἰλέειν· διδόναι δὲ καστόριον καὶ κόνυζαν καὶ πηγάνου ὕδωρ, κύμινον αἰθιοπικὸν, ῥαφάνου σπέρμα, θεῖον, σμύρνην· πρὸς δὲ τὰς ῥῖνας τὰ κάκοδμα, εὔοδμα δὲ ἐς τὰς ὑστέρας· ἢν δὲ ἀνέχηται, κόκκου τὸ ἔνδον τὸ λευκὸν μέλιτι μίξας, ἀλείφειν τὴν ῥῖνα. Ἢ σχῖνον τριπτὴν, ἵνα δάκνηται. Ὅταν δὲ ὀδύνη ἔχῃ καὶ πνίγηται, μαλάχης ῥίζαν, ἢ ὀξύμελι ἢ φλοιὸν μαράθου καὶ κρῆθμον ἐν ὕδατι δοῦναι πίνειν, ἄριστον δὲ ἐρυγγάνειν καὶ διανακαθίζειν· ἢ ἐλλεβόρῳ πταρμὸν ποιέειν, καὶ προσίσχειν πρὸς τὰς ῥῖνας. Ἢν δὲ ὑπὸ τὰς φρένας δοκέωσιν ἵζεσθαι, ἐξαπίνης ἄφωνος γίνεται, ὑποχόνδρια σκληρὰ, καὶ πνίγεται, καὶ τοὺς ὀδόντας συνερείδει, καὶ οὐχ ὑπακούει καλεομένη· δεῖ οὖν ὑποθυμιῇν ὑπὸ τὰς ῥῖνας, εἴριον κατακαίων, ἄσφαλτον ἐς πῦρ ἐμβάλλων καὶ καστόριον καὶ θεῖον καὶ πίσσαν· βουβῶνας δὲ καὶ μηροὺς μύρῳ ἔνδοθεν εὐωδεστάτῳ χρίειν· ἢ ἀστέρας τοὺς θαλασσίους τοὺς μέλανας καὶ κράμβην μέξας ἐν οἴνῳ εὐώδει πινέτω. Ἢ σμύρνης τριώβολον, κορίανον ὀλίγον, ῥητίνην, γλυκυσίδης ῥίζαν, κύμινον αἰθιοπικὸν, ταῦτα τρίψας ἐν οἴνῳ λευκῷ, καὶ ὕδατι ἢ μελικρήτῳ διέντα, πίνειν ἀκροχλίερον. Βοηθέει δὲ καὶ τὸ πευκέδανον, ἀριστολοχία, κρομμύου δάκρυον, πάνακες, ἐν οἴνῳ ἢ ὕδατι, ἁκροχλίερον διδόμενον. Ὑστέρας ἐς χώρην ἄγει, τοῦ κρότωνος ῥίζα πινομένη, ἢ κύμινον αἰθιοπικὸν, ἢ σέλινον, ἢ μαράθρου σπέρμα καὶ ἀννήσου, πέπερι ἢ σμύρνα, καὶ ὀπὸς μήκωνος πινόμενος. Ἢν ἡ καρδίη πνίγηται ὑπὸ ὑστέρης, ἀναθλίβεται, καὶ πνεῦμα ἔχει καὶ ἆσθμα· δεῖ τὸν καρπὸν τῆς ἄγνου καὶ γλυκυσίδης ἐν οἴνῳ πίνειν, ἢ ἀβρότονον, καὶ πάνακες, καὶ ἀμμωνιακὸν, ἢ πήγανον, ἢ ὑπνωτικὸν μηκώνιον. Πάλιν οὖν εἰ ὁμοίως ἔχει, μελάνθιον τρίβειν λεῖον, καὶ μέλιτι δεύειν, καὶ ποιέειν οἷον βάλανον, καὶ πρὸς τῷ πτερῷ προστιθέναι· ἢ φιλίστιον ὁμοίως προστίθει· ἢ τηλέφιον, ἢ ἀνεμώνης· φύλλα τρίψας, ἔνθες ἐς τρυχίον, καὶ σμύρνην σμικρὴν ξυμμίσγειν. Ἢν ἐς τὴν ὀσφὺν αἱ ὑστέραι καταστηρίξωσι, μὴ ψαύῃ δὲ τῆς κεφαλῆς ἡ πνὶξ, ἐσθιέτω πουλύποδας ἑφθοὺς, καὶ οἶνον πινέτω μέλανα εὐώδεα ἄκρητον ὧς πλεῖστον. Ὅταν δὲ ὡς πρὸς τὰ σπλάγχνα τραπεῖσαι πνίγωσιν, οἶνον κέδρινον καὶ κύμινον αἰθιοπικὸν πινέτω, καὶ θερμῷ λουέσθω, καὶ πυριήσθω τὰ εὐώδεα.

---

Hippocrates, De muliebribus, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg036.local001/.
