Ancient Greek · ~13 min
Book 2
Hippocrates, De muliebribus 2.203.1
Not analysed yet
203. Ὅταν δὲ μετακινηθεῖσαι θλίβωσιν αἱ ὑστέραι, κριθὰς ξὺν τοῖσι κυρηβίοισι καὶ πρόμαλον καὶ ἐλάφου κέρας οἴνῳ δεύσας, ὑποθυμιῇν. Ὅταν προσιστάμεναι πνίγωσιν, ἐλλύχνιον ἀνάψαι καὶ ἀποσβέσαι ὑπὸ τὰς ῥῖνας, ὡς λιγνὺς καὶ αἰθαλὸς εἰσίῃ· καὶ πίσοσν καὶ καστόριον καὶ πευκέδανον καὶ σμύρναν διεὶς μύρῳ, εἰρίῳ ἀναδήσασα, προστιθέσθω· πίνειν δὲ ῥητίνην ἐλαίῳ διέντα. Ἢν πνίγωσι λίην, διδόναι ποτὸν χελώνης παραθαλασσίης ὅσον τριώβολον τρίψας ἐν οἴνῳ λευκῷ, κοτύλην κυάθοις πίνειν· ἢ λύχνον, ἐπιχέας ὅσον ἔλαιον, ἅψαι. τὸν λύχνον, καὶ ἐὰν ἀποσβεσθῇ, πρὸς τὰς ῥῖνας πρόσαγε· ἢ βόρβορον ὡς δυσωδέστατον ὁμοίως· ἢ εἴριον κατακαύσας· ἢ ἀσφάλτου ὀλίγον τρίψας ἐν οἴνῳ λευκῷ πινέτω· ἢ ἐρυσίμου κόγχην καὶ καστορίου ἐν οἴνῳ λευκῷ δὸς πιεῖν, καὶ λοῦσον. Ἢν δὲ βήσσῃ, σανδαράχης ὀβολὸν, θείου δύο ὀβολοὺς ἀπύρου, ἀμύγδαλα πικρὰ ἀποκαθήρας, καὶ καστορίου ὀβολὸν μίσγειν ξὺν οἴνῳ εὐώδει, καὶ πίνειν δίδου. Ἢν δὲ πνίγωσιν αἱ ὑστέραι, καὶ τῆς καρδίης ψαύσῃ τὸ πνίγμα, καὶ μεμύκῃ τὸ στόμα, ὄξος θερμὸν δίδου ῥοφεῖν· πασσαλίσκῳ ἢ κερκίδι διάνοιγε, ἢ οἶνον ὁμοίως ἄνοδμον καὶ ξὺν ὀξυμέλιτι. Ἢν λίην δὲ πνίγωσι, καὶ ἄφωνος ᾖ, κρόμμυον ἐν οἴνῳ χλιερῷ τρίψας, ἐνστάζειν ἐς τὰς ῥῖνας, καὶ ἀνεγείρειν. Ἢν δὲ ἄχρις ἥπατος ἀνίωσι, καὶ πνίγηται, ἄφωνος γίνεται, καὶ οὐδὲν ὁρᾷ, καὶ τοὺς ὀδόντας συνερείδει, καὶ σκληρὴ γίνεται, καὶ οὐδὲν φρονέει, καὶ ἀναπνεῖ ποκνὰ, καὶ οὐδὲν ἀκούει· ταύτην ὑπὸ τὰ ὑποχόνδρια λαβὼν τῇσι χερσὶ σείειν θαμινάκις, καὶ τοὺς ὀδόντας διαγαγὼν πασσάλῳ, οἶνον ἄκρητον χλιερὸν ἐγχέειν, ἢν μή τι κωλύῃ, καὶ αὐτίκα ῥαΐζει ὡς ταπολλά. Ἢν ἐγκέωνται ἐς τοὺς βουβῶνας καὶ ἐρείδωσιν, αἰγὸς σπυράθους καὶ λαγωοῦ τρίχας, ἐλαίῳ φώκης δεύσας, ὑποθυμία· ἢ τοῦ κυτισοῦ τὸν καρπὸν ἢ τὰ φύλλα αὐαίνειν, ἢ τὸν φλοιὸν καὶ δρυὸς φύλλα καὶ ῥητίνην μίξας, ἐλαίῳ δεύειν, καὶ ὑποθυμιῇν. Ἢ φώκης τῆς πιτύης τὸ δέρμα κόψας λεῖον, καὶ σπόγγον καὶ βρύα λεῖα μίσγειν τῷ ἐλαίῳ τῆς φώκης, καὶ ὑπουμιῇν. Αἰγὸς σπυράθους, καὶ φώκης πλεύμονα, καὶ κέδρου πρίσματα ὑποθυμιῇν. Ἢ βόλβιτον, ἢ κεράτων ξύσματα βοὸς καὶ ἄσφαλτον, ἢ ἀκάνθης αἰγυπτίης καρπὸν καὶ κέδρου πρίσματα, καὶ μυρσίνης φύλλα ξηρὰ, μύρῳ μαλθακῷ ταῦτα δεύσας, ὑποθυμίη· ἀρώματα δὲ συχνὰ ἐς τὸ μύρον ἐμβάλλειν. Ἢ γίγαρτα κόψας λεῖα, καὶ κεδρίαν καὶ ῥητίνην πιτυΐνην ὁμοῦ μίξας, γλυκεῖ ἑφθῷ δεύσας, ὑποθυμιῇν. Πυριήσιες ὡς ἀπίωσιν· βολβίτου κεκομμένου καὶ ὄξεος ἥμισυ, καὶ ὀροβίου θαλάσσης ἢ ὕδατος ὁμοίως πυρία τὰς ῥῖνας· πυριῇν δὲ βληχρῶς, καὶ φάκιον πιεῖν, ἀπεμέειν δὲ, καὶ ῥοφέειν διδόναι ἄλητον καὶ ἔτι τὸν οἶνον· τῇ δ’ ὑστεραίῃ κόκκος ἔστω κατάποτος· καὶ οὐρητικὸν δὲ ἀσταφίδα καὶ ἐρεβίνθους, δύο τρίψας σταφίδος τῆς ἀρίστης, ἐπιχέας χόεα, ἕψε, ἔπειτα ἀποχέας πρὸς τὴν αἰθρίην θεῖναι, καὶ τῇ ὑστεραίῃ πίνειν, καὶ τὸ λοιπὸν ἐλελίσφακον, καὶ λίνου σπέρμα, καὶ ἄλφιτον διδόναι δὶς τῆς ἡμέρης ἐν οἴνῳ κεκρημένῳ, κοτύλας τέσσαρας. Ἐλαίου ἡμικοτύλιον, ἀκτῆς φύλλα χεῖρα πλέην, ταῦτα ἑψεῖν, καὶ πυρίῃν θερμῷ, ἢ ὀστράκοισι θερμοῖσιν, ἐπὶ δίφρου καθέζεσθαι, ἀμφικαλύπτειν δὲ εἵμασιν. Ἢ τῆς ἀκτῆς φύλλα ξὺν μυρσίνῃ ἑψεῖν, καὶ κριθέων ἄχυρα ἑψεῖν· καὶ εἰ οἷά τε εἴη ὑποφέρειν, ὄξος, ἔλαιον, μέλι, ὕδωρ, ταῦτα κεράσας καὶ ἀναμίξας, ἀναζέσας σφόδρα, ἐς κύστιν ἐγχέαι· ἢ τῆς πίτυος τὸν φλοιὸν καὶ τῆς ῥοιῆς τὰ φύλλα ἐμβάλλειν ἐς ὕδωρ, ἀφεψεῖν δὲ ἰσχυρῶς· καὶ ἐμβάλλειν δ’ἐς τὸ ὕδωρ καὶ κριθῶν ἄχυρα, ἑψεῖν, ἔλαιον ἐπιχέαντα· ἢ λωτοῦ πρίσματα καὶ κυπαρίσσου, ὕδωρ ἐπιχέας καὶ ἔλαιον, ἕψε εὖ μάλα, καὶ πυρία ξὺν ἀρώμασι· μύρον δὲ ἐγχέειν, καὶ κικίδα ἐμβάλλειν καὶ ῥάμνου φλοιὸν καὶ πύρινα ἄλφιτα ξὺν ὕδατι.