Ancient Greek · ~2 min
Book 3
Hippocrates, De muliebribus 3.215
Not analysed yet
215. Κύουσαν γυναῖκα ἢν μὴ ἐν ἄλλῳ γινώσκῃς, ἐν τούτῳ γνώσῃ· ὁρῶνται οἱ ὀφθαλμοὶ εἱλκυσμένοι καὶ κοιλότεροι, καὶ τὰ λευκὰ τῶν ὀφθαλμῶν οὐκ ἔχει τὴν φύσιν τῆς λευκότητος, ἀλλὰ πελιώτερα φαίνονται. Ὁκόσαι ἐν γαστρὶ ἔχουσιν, ἔφηλιν ἐπὶ τοῦ προσώπου ἴσχουσι, καὶ ἀρχόμεναι συλλαμβάνειν μίσοινοι γίνονται καὶ κακόσιτοι, καὶ καρδιωγμοῦ μεσταὶ, καὶ πτυαλίζουσιν. Μίλτον καὶ ἄννησον τρῖψαι ὡς λειότατα, εἶτα ἐν ὕδατι διεῖναι, καὶ δοῦναι, καὶ ἐᾶσαι ὑπνῶσαι· καὶ ἢν μὲν στρόφος γίνηταί οἱ περὶ τὸν ὀμφαλὸν, κύει· ἢν δὲ μὴ γίνηται, οὐ κύει· πάντων δὲ τουτέων ὕστερον πίνειν ἄλητον καὶ μέλι καὶ ὀρίγανον ἐν οἴνῳ καὶ ἐλαίῳ.